Σελίδα:Platonis opera, ed. Burnet, tomus I.djvu/332

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
183a
ΠΛΑΤΩΝΟΣ

ΣΩ. Πλήν γε, ὦ Θεόδωρε, ὅτι “οὕτω” τε εἶπον καὶ “οὐχ οὕτω.” δεῖ δὲ οὐδὲ τοῦτο <τὸ> “οὕτω” λέγειν—οὐδὲ b  γὰρ ἂν ἔτι κινοῖτο <τὸ> “οὕτω” —οὐδ' αὖ “μὴ οὕτω” — οὐδὲ γὰρ τοῦτο κίνησις—ἀλλά τιν' ἄλλην φωνὴν θετέον τοῖς τὸν λόγον τοῦτον λέγουσιν, ὡς νῦν γε πρὸς τὴν αὑτῶν ὑπόθεσιν οὐκ ἔχουσι ῥήματα, εἰ μὴ ἄρα τὸ “οὐδ' οὕτως” μάλιστα [δ' οὕτως] ἂν αὐτοῖς ἁρμόττοι, ἄπειρον λεγόμενον.

ΘΕΟ. Οἰκειοτάτη γοῦν διάλεκτος αὕτη αὐτοῖς.

ΣΩ. Οὐκοῦν, ὦ Θεόδωρε, τοῦ τε σοῦ ἑταίρου ἀπηλλάγμεθα, καὶ οὔπω συγχωροῦμεν αὐτῷ πάντ' ἄνδρα πάντων c  χρημάτων μέτρον εἶναι, ἂν μὴ φρόνιμός τις ᾖ· ἐπιστήμην τε αἴσθησιν οὐ συγχωρησόμεθα κατά γε τὴν τοῦ πάντα κινεῖσθαι μέθοδον, [ἢ] εἰ μή [τί] πως ἄλλως Θεαίτητος ὅδε λέγει.

ΘΕΟ. Ἄριστ' εἴρηκας, ὦ Σώκρατες· τούτων γὰρ περανθέντων καὶ ἐμὲ ἔδει ἀπηλλάχθαι σοι ἀποκρινόμενον κατὰ τὰς συνθήκας, ἐπειδὴ τὸ περὶ τοῦ Πρωταγόρου λόγου τέλος σχοίη.

ΘΕΑΙ. Μὴ πρίν γ' ἄν, ὦ Θεόδωρε, Σωκράτης τε καὶ σὺ d  τοὺς φάσκοντας αὖ τὸ πᾶν ἑστάναι διέλθητε, ὥσπερ ἄρτι προύθεσθε.

ΘΕΟ. Νέος ὤν, ὦ Θεαίτητε, τοὺς πρεσβυτέρους ἀδικεῖν διδάσκεις ὁμολογίας παραβαίνοντας; ἀλλὰ παρασκευάζου ὅπως τῶν ἐπιλοίπων Σωκράτει δώσεις λόγον.

ΘΕΑΙ. Ἐάνπερ γε βούληται. ἥδιστα μεντἂν ἤκουσα περὶ ὧν λέγω.

ΘΕΟ. «Ἱππέας εἰς πεδίον» προκαλῇ Σωκράτη εἰς λόγους προκαλούμενος· ἐρώτα οὖν καὶ ἀκούσῃ.

ΣΩ. Ἀλλά μοι δοκῶ, ὦ Θεόδωρε, περί γε ὧν κελεύει e  Θεαίτητος οὐ πείσεσθαι αὐτῷ.

ΘΕΟ. Τί δὴ οὖν οὐ πείσεσθαι;