ΚΡ. Ψοφεῖν ἔγωγ᾽ ἂν φαίην τὸν τοιοῦτον, μάτην αὐτὸν ἑαυτὸν κινοῦντα, ὥσπερ ἂν εἴ τις χαλκίον κινήσειε κρούσας.
ΣΩ. Φέρε δή, ἐάν πῃ διαλλαχθῶμεν, ὦ Κρατύλε· ἆρ᾽ οὐκ ἄλλο μὲν ἂν φαίης τὸ ὄνομα εἶναι, ἄλλο δὲ ἐκεῖνο οὗ τὸ ὄνομά ἐστιν;
ΚΡ. Ἔγωγε.
ΣΩ. Οὐκοῦν καὶ τὸ ὄνομα ὁμολογεῖς μίμημά τι εἶναι τοῦ b πράγματος;
ΚΡ. Πάντων μάλιστα.
ΣΩ. Οὐκοῦν καὶ τὰ ζωγραφήματα τρόπον τινὰ ἄλλον λέγεις μιμήματα εἶναι πραγμάτων τινῶν;
ΚΡ. Ναί.
ΣΩ. Φέρε δή ἴσως γὰρ ἐγὼ οὐ μανθάνω ἅττα ποτ᾽ ἔστιν ἃ λέγεις, σὺ δὲ τάχ᾽ ἂν ὀρθῶς λέγοις ἔστι διανεῖμαι καὶ προσενεγκεῖν ταῦτα ἀμφότερα τὰ μιμήματα, τά τε ζωγραφήματα κἀκεῖνα τὰ ὀνόματα, τοῖς πράγμασιν ὧν μιμήματά ἐστιν, ἢ οὔ;
c ΚΡ. Ἔστιν.
ΣΩ. Πρῶτον μὲν δὴ σκόπει τόδε. ἆρ᾽ ἄν τις τὴν μὲν τοῦ ἀνδρὸς εἰκόνα τῷ ἀνδρὶ ἀποδοίη, τὴν δὲ τῆς γυναικὸς τῇ γυναικί, καὶ τἆλλα οὕτως;
ΚΡ. Πάνυ μὲν οὖν.
ΣΩ. Οὐκοῦν καὶ τοὐναντίον τὴν μὲν τοῦ ἀνδρὸς τῇ γυναικί, τὴν δὲ τῆς γυναικὸς τῷ ἀνδρί;
ΚΡ. Ἔστι καὶ ταῦτα.
ΣΩ. Ἆρ᾽ οὖν αὗται αἱ διανομαὶ ἀμφότεραι ὀρθαί, ἢ ἡ ἑτέρα;
ΚΡ. Ἡ ἑτέρα.
ΣΩ. Ἣ ἂν ἑκάστῳ οἶμαι τὸ προσῆκόν τε καὶ τὸ ὅμοιον ἀποδιδῷ.
ΚΡ. Ἔμοιγε δοκεῖ.
d ΣΩ. Ἵνα τοίνυν μὴ μαχώμεθα ἐν τοῖς λόγοις ἐγώ τε καὶ