Σελίδα:Platonis opera, ed. Burnet, tomus I.djvu/241

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
419a
ΚΡΑΤΥΛΟΣ

ὀνόμασι σημαῖνον τὸ διακοσμοῦν καὶ ἰὸν πανταχοῦ ἐγκεκωμιασμένον, b τὸ δὲ ἴσχον καὶ δοῦν ψεγόμενον. καὶ δὴ καὶ τὸ ζημιῶδες, ἐὰν κατὰ τὴν ἀρχαίαν φωνὴν ἀποδῷς ἀντὶ τοῦ ζῆτα δέλτα, φανεῖταί σοι κεῖσθαι τὸ ὄνομα ἐπὶ τῷ δοῦντι τὸ ἰόν, ἐπονομασθὲν δημιῶδες.

ΕΡΜ. Τί δὲ δὴ ἡδονὴ καὶ λύπη καὶ ἐπιθυμία καὶ τὰ τοιαῦτα, ὦ Σώκρατες;

ΣΩ. Οὐ πάνυ χαλεπά μοι φαίνεται, ὦ Ἑρμόγενες. ἥ τε γὰρ ἡδονή, ἡ πρὸς τὴν ὄνησιν ἔοικε τείνουσα πρᾶξις τοῦτο ἔχειν τὸ ὄνομα τὸ δέλτα δὲ ἔγκειται, ὥστε ἡδονὴ c ἀντὶ ἡονῆς καλεῖται ἥ τε λύπη ἀπὸ τῆς διαλύσεως τοῦ σώματος ἔοικεν ἐπωνομάσθαι ἣν ἐν τούτῳ τῷ πάθει ἴσχει τὸ σῶμα. καὶ ἥ γε ἀνία τὸ ἐμποδίζον τοῦ ἰέναι. ἡ δὲ ἀλγηδὼν ξενικόν τι φαίνεταί μοι ἀπὸ τοῦ ἀλγεινοῦ ὠνομασμένον. ὀδύνη δὲ ἀπὸ τῆς ἐνδύσεως τῆς λύπης κεκλημένῃ ἔοικεν. ἀχθηδὼν δὲ καὶ παντὶ δῆλον ἀπεικασμένον τὸ ὄνομα τῷ τῆς φορᾶς βάρει. χαρὰ δὲ τῇ διαχύσει καὶ εὐπορίᾳ τῆς ῥοῆς τῆς ψυχῆς ἔοικε κεκλημένῃ. d  τέρψις δὲ ἀπὸ τοῦ τερπνοῦ· τὸ δὲ τερπνὸν ἀπὸ τῆς διὰ τῆς ψυχῆς ἕρψεως πνοῇ ἀπεικασθὲν κέκληται, ἐν δίκῃ μὲν ἂν ἕρπνουν καλούμενον, ὑπὸ χρόνου δὲ τερπνὸν παρηγμένον. εὐφροσύνη δὲ οὐδὲν προσδεῖται τοῦ διότι ῥηθῆναι· παντὶ γὰρ δῆλον ὅτι ἀπὸ τοῦ εὖ τοῖς πράγμασι τὴν ψυχὴν συμφέρεσθαι τοῦτο ἔλαβε τὸ ὄνομα, εὐφεροσύνην τό γε δίκαιον· ὅμως δὲ αὐτὸ καλοῦμεν εὐφροσύνην. οὐδ᾽ ἐπιθυμία χαλεπόν· τῇ γὰρ ἐπὶ τὸν θυμὸν ἰούσῃ e δυνάμει δῆλον ὅτι τοῦτο ἐκλήθη τὸ ὄνομα. θυμὸς δὲ ἀπὸ τῆς θύσεως καὶ ζέσεως τῆς ψυχῆς ἔχοι ἂν τοῦτο τὸ ὄνομα. ἀλλὰ μὴν ἵμερός γε τῷ μάλιστα ἕλκοντι τὴν ψυχὴν ῥῷ