d ΣΩ. Τῷ τίνος δὲ ἔργῳ ὁ τρυπητὴς καλῶς χρήσεται ὅταν τῷ τρυπάνῳ χρῆται;
ΕΡΜ. Τῷ τοῦ χαλκέως.
ΣΩ. Ἆρ᾽ οὖν πᾶς χαλκεὺς ἢ ὁ τὴν τέχνην ἔχων;
ΕΡΜ. Ὁ τὴν τέχνην.
ΣΩ. Εἶεν. τῷ δὲ τίνος ἔργῳ ὁ διδασκαλικὸς χρήσεται ὅταν τῷ ὀνόματι χρῆται;
ΕΡΜ. Οὐδὲ τοῦτ᾽ ἔχω.
ΣΩ. Οὐδὲ τοῦτό γ᾽ ἔχεις εἰπεῖν, τίς παραδίδωσιν ἡμῖν τὰ ὀνόματα οἷς χρώμεθα;
ΕΡΜ. Οὐ δῆτα.
ΣΩ. Ἆρ᾽ οὐχὶ ὁ νόμος δοκεῖ σοι [εἶναι] ὁ παραδιδοὺς αὐτά;
ΕΡΜ. Ἔοικεν.
e ΣΩ. Νομοθέτου ἄρα ἔργῳ χρήσεται ὁ διδασκαλικὸς ὅταν ὀνόματι χρῆται;
ΕΡΜ. Δοκεῖ μοι.
ΣΩ. Νομοθέτης δέ σοι δοκεῖ πᾶς εἶναι ἀνὴρ ἢ ὁ τὴν τέχνην ἔχων;
ΕΡΜ. Ὁ τὴν τέχνην.
ΣΩ. Οὐκ ἄρα παντὸς ἀνδρός, ὦ Ἑρμόγενες, ὄνομα θέσθαι 389 [ἐστὶν] ἀλλά τινος ὀνοματουργοῦ: οὗτος δ᾽ ἐστίν, ὡς ἔοικεν, ὁ νομοθέτης, ὃς δὴ τῶν δημιουργῶν σπανιώτατος ἐν ἀνθρώποις γίγνεται.
ΕΡΜ. Ἔοικεν.
ΣΩ. Ἴθι δή, ἐπίσκεψαι ποῖ βλέπων ὁ νομοθέτης τὰ ὀνόματα τίθεται: ἐκ τῶν ἔμπροσθεν δὲ ἀνάσκεψαι. ποῖ βλέπων ὁ τέκτων τὴν κερκίδα ποιεῖ; ἆρ᾽ οὐ πρὸς τοιοῦτόν τι ὃ ἐπεφύκει κερκίζειν;
ΕΡΜ. Πάνυ γε.