Παντάπασιν, ἔφη, ἀληθῆ λέγεις.
Θῶμεν οὖν βούλει, ἔφη, δύο εἴδη τῶν ὄντων, τὸ μὲν ὁρατόν, τὸ δὲ ἀιδές;
Θῶμεν, ἔφη.
Καὶ τὸ μὲν ἀιδὲς ἀεὶ κατὰ ταὐτὰ ἔχον, τὸ δὲ ὁρατὸν μηδέποτε κατὰ ταὐτά;
Καὶ τοῦτο, ἔφη, θῶμεν.
b Φέρε δή, ἦ δ᾽ ὅς, ἄλλο τι ἡμῶν αὐτῶν τὸ μὲν σῶμά ἐστι, τὸ δὲ ψυχή;
Οὐδὲν ἄλλο, ἔφη.
Ποτέρῳ οὖν ὁμοιότερον τῷ εἴδει φαμὲν ἂν εἶναι καὶ συγγενέστερον τὸ σῶμα;
Παντί, ἔφη, τοῦτό γε δῆλον, ὅτι τῷ ὁρατῷ.
Τί δὲ ἡ ψυχή; ὁρατὸν ἢ ἀιδές;
Οὐχ ὑπ᾽ ἀνθρώπων γε, ὦ Σώκρατες, ἔφη.
Ἀλλὰ μὴν ἡμεῖς γε τὰ ὁρατὰ καὶ τὰ μὴ τῇ τῶν ἀνθρώπων φύσει ἐλέγομεν· ἢ ἄλλῃ τινὶ οἴει;
Τῇ τῶν ἀνθρώπων.
Τί οὖν περὶ ψυχῆς λέγομεν; ὁρατὸν ἢ ἀόρατον εἶναι;
Οὐχ ὁρατόν.
Ἀιδὲς ἄρα;
Ναί.
Ὁμοιότερον ἄρα ψυχὴ σώματός ἐστιν τῷ ἀιδεῖ, τὸ δὲ τῷ ὁρατῷ.
c Πᾶσα ἀνάγκη, ὦ Σώκρατες.
Οὐκοῦν καὶ τόδε πάλαι ἐλέγομεν, ὅτι ἡ ψυχή, ὅταν μὲν τῷ σώματι προσχρῆται εἰς τὸ σκοπεῖν τι ἢ διὰ τοῦ ὁρᾶν ἢ διὰ τοῦ ἀκούειν ἢ δι᾽ ἄλλης τινὸς αἰσθήσεως—τοῦτο γάρ ἐστιν τὸ διὰ τοῦ σώματος, τὸ δι᾽ αἰσθήσεως σκοπεῖν τι—