Σελίδα:Platonis opera, ed. Burnet, tomus I.djvu/123

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
73d
ΦΑΙΔΩΝ

εἶδος τοῦ παιδὸς οὗ ἦν ἡ λύρα; τοῦτο δέ ἐστιν ἀνάμνησις· ὥσπερ γε καὶ Σιμμίαν τις ἰδὼν πολλάκις κέβητος ἀνεμνήσθη, καὶ ἄλλα που μυρία τοιαῦτ᾽ ἂν εἴη.

Μυρία μέντοι νὴ Δία, ἔφη ὁ Σιμμίας.

e  Οὐκοῦν, ἦ δ᾽ ὅς, τὸ τοιοῦτον ἀνάμνησίς τίς ἐστι; μάλιστα μέντοι ὅταν τις τοῦτο πάθῃ περὶ ἐκεῖνα ἃ ὑπὸ χρόνου καὶ τοῦ μὴ ἐπισκοπεῖν ἤδη ἐπελέληστο;

Πάνυ μὲν οὖν, ἔφη.

Τί δέ; ἦ δ᾽ ὅς· ἔστιν ἵππον γεγραμμένον ἰδόντα καὶ λύραν γεγραμμένην ἀνθρώπου ἀναμνησθῆναι, καὶ Σιμμίαν ἰδόντα γεγραμμένον Κέβητος ἀναμνησθῆναι;

Πάνυ γε.

Οὐκοῦν καὶ Σιμμίαν ἰδόντα γεγραμμένον αὐτοῦ Σιμμίου ἀναμνησθῆναι;

74  Ἔστι μέντοι, ἔφη.

Ἆρ᾽ οὖν οὐ κατὰ πάντα ταῦτα συμβαίνει τὴν ἀνάμνησιν εἶναι μὲν ἀφ᾽ ὁμοίων, εἶναι δὲ καὶ ἀπὸ ἀνομοίων;

Συμβαίνει.

Ἀλλ᾽ ὅταν γε ἀπὸ τῶν ὁμοίων ἀναμιμνῄσκηταί τίς τι, ἆρ᾽ οὐκ ἀναγκαῖον τόδε προσπάσχειν, ἐννοεῖν εἴτε τι ἐλλείπει τοῦτο κατὰ τὴν ὁμοιότητα εἴτε μὴ ἐκείνου οὗ ἀνεμνήσθη;

Ἀνάγκη, ἔφη.

Σκόπει δή, ἦ δ᾽ ὅς, εἰ ταῦτα οὕτως ἔχει. φαμέν πού τι εἶναι ἴσον, οὐ ξύλον λέγω ξύλῳ οὐδὲ λίθον λίθῳ οὐδ᾽ ἄλλο τῶν τοιούτων οὐδέν, ἀλλὰ παρὰ ταῦτα πάντα ἕτερόν τι, αὐτὸ τὸ ἴσον· φῶμέν τι εἶναι ἢ μηδέν;

b  Φῶμεν μέντοι νὴ Δί᾽, ἔφη ὁ Σιμμίας, θαυμαστῶς γε.

Ἦ καὶ ἐπιστάμεθα αὐτὸ ὃ ἔστιν;

Πάνυ γε, ἦ δ᾽ ὅς.

Πόθεν λαβόντες αὐτοῦ τὴν ἐπιστήμην; ἆρ᾽ οὐκ ἐξ ὧν νυνδὴ ἐλέγομεν, ἢ ξύλα ἢ λίθους ἢ ἄλλα ἄττα ἰδόντες