Σελίδα:Platon - Œuvres complètes, Les Belles Lettres, tome I.djvu/97

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ΛΑΛΕΚΙΒΙΑΔΗΣ υ,

διάδη. ἐπειδὴ περὶ τίνος ᾿Αθηναῖοι διανοοῦνται βουλεύεσθαι, ἀνίστασαι συμβουλεύσων : ἄρ᾽ ἐπειδὴ περὶ ὧν σὺ ἐπίστασαι βέλτιον ἢ οὗτοι: » τί ἂν ἀποκρίναιο;

ΑΛ. Εἴποιμ᾽ ἂν δήπου. περὶ ὧν οἶδα βέλτιον ἢ οὗτοι.

ΣΩ. Περὶ ὧν ἄρ᾽ εἰδὼς τυγχάνεις. ἀγαθὸς σύμβουλος εἴ.

ΑΛ. Πῶς γὰρ οὔ:

ΣΩ. Οὐκοῦν ταῦτα μόνον οἶσθα ἃ τιαρ᾽ ἄλλων ἔμαθες ἢ αὐτὸς ἐξηῦρες :

ΑΛ. Ποῖα γὰρ ἄλλα;

ΣΩ. Ἔστιν οὖν ὅπως ἄν τιοτε ἔμαθές τι ἢ ἐξηῦρες μῆτε μανθάνειν ἐθέλων μήτ᾽ αὐτὸς ζητεῖν :

ΑΛ. Οὐκ ἔστιν.

ΣΩ. Τί δέ; ἠθέλησας ἂν ζητῆσαι ἢ μαθεῖν ἃ ἐπίστασθαι ῷου :

ΑΛ. Οὐ δῆτα.

ΣΩ. ἋἋ ἄρα νῦν τυγχάνεις ἐπιστάμενος. ἦν χρόνος ὅτε οὐχ ἡγοῦ εἰδέναι :;

ΑΛ. ᾿Ανάγκη.

ΣΩ. ᾿Αλλὰ μὴν ἅ γε μεμάθηκας σχεδόν τι καὶ ἐγὼ οἶδα" εἰ δέ τι ἐμὲ λέληθεν. εἶπέ. Ἔμαθες γὰρ δὴ σύ γε κατὰ μνήμην τὴν ἐμὴν γράμματα καὶ κιθαρίζειν καὶ παλαίειν" οὐ γὰρ δὴ αὐλεῖν γε ἤθελες μαθεῖν: ταῦτ᾽ ἐστὶν ἃ σὺ ἐπίστασαι, εἶ μή τιού τι μανθάνων ἐμὲ λέληθας: οἶμαι δέ γε, οὔτε νύκτωρ οὔτε μεθ᾽ ἡμέραν ἐξιὼν ἔνδοθεν.

ΑΛ. ᾿Αλλ᾽ οὐ πεφοίτηκα εἷς ἄλλων ἢ τούτων.

ΣΩ. Πότερον οὖν, ὅταν περὶ γραμμάτων ᾿Αθηναῖοι βου- λεύωνται πῶς ἂν ὀρθῶς γράφοιεν. τότε ἀναστήσῃ αὐτοῖς συμβουλεύσων ;

ΑΛ. Μὰ Δί᾽, οὐκ ἔγωγε.

ΣΩ. ᾿Αλλ᾽ ὅταν περὶ κρουμάτων ἐν λύρα :

ΑΛ. Οὐδαμῶς.

διὰ ρα Β: χορ ἅΤι|} 6 8 γε οὐτε Β΄: οὔτε γξ Τὶ

4107 �