ΠΙ Π l Α Σ ΕᾹΑΤΤΩΝ 55
ΙΠ. Ἐοικεν,
ΣΩ. Καὶ τὸ μέν γε ἀδικεῖν κακὰ ποιεῖν ἐστιν, τὸ δὲ μὴ ἀδικεῖν καλά.
ΙΠ. Ναί.
ΣΩ. Οὐκοῦν ἦ δυνατωτέρα καὶ ἀμείνων ψυχή, ὅτανπερ ἀδικῇ, ἑκοῦσα ἀδικήσει, ἦ δὲ πονηρὰ ἅκουσα;
ΙΠ. Φαίνεται.
ΣΩ. Οὐκοῦν ἀγαθὸς ἀνὴρ δ τὴν ἀγαθὴν ψυχὴν ἔχων, b κακὸς δὲ δ τὴν κακήν ;
ΙΠ. Ναί.
ΣΩ. Ἀγαθοῦ μὲν ἄρα ἀνδρός ἐστιν ἑκόντα ἀδικεῖν, κακοῦ δὲ ἄκοντα, εἴπερ δ ἀγαθὸς ἀγαθὴν ψυχὴν ἔχει.
ΙΠ. Ἀλλὰ μὴν ἔχει γε.
ΣΩ. ‘O ἄρα ἑκών ἁμαρτάνων καὶ αἰσχρὰ καὶ ἄδικα ποιῶν, ὃ ’Ἱππ-(ια, εἴπερ τίς ἐστιν οὗτος, οὐκ ἂν ἄλλος εἴη ἢ ὁ ἀγαθός.
ΙΠ. Οὐκ ἔχω ὅπως σοι συγχωρήσω, ὦ Σώκρατες, ταῦτα.
ΣΩ. Οὐδὲ γὰρ ἐγὼ ἐμοί, ὃ Ἱππία· ἀλλ’ ἀναγκαῖον οὕτω φαίνεσθαι νῦν γε ἡμῖν ἐκ τοῦ λόγου. εΌπερ μέντοι πάλαι c ἔλεγον, ἐγὼ περὶ ταῦτα ἅνω καὶ κάτω πλανῶμαι καὶ οὐδὲ- ποτε ταύτά μοι δοκεῖ· καὶ ἐμὲ μὲν οὐδὲν θαυμαστὸν πλα- νᾶσθαι οὐδὲ ἄλλον ἰδιώτην· εἰ δὲ καὶ ὑμεῖς πλανήσεσθε οἱ σοφοί, τοῦτο ἤδη καὶ ἡμῖν δεινόν, εἰ μηδὲ παρ’ ὑμᾶς ἀφ- ικόμενοι παυσόμεθα τῆς πλάνης.