Σελίδα:Platon - Œuvres complètes, Les Belles Lettres, tome I.djvu/71

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ΙΙΙΙΙΙΛΣ ΕΛΑΤἹῺΧ 64

ΣΩ. Τί δέ; τὴν ἡμετέραν αὐτῶν οὔ βουλοίμεθ’ ἂν ὧς βελτίστην ἐκτῆσθαι;

…. Nat. ’

ΣΩ. Οὐκοῦν βελτίων ἔσται ἐὰν ἑκοῦσα κακουργῇ τε καὶ ἐξαμαρτάνῃ, ἢ ἐὰν ἄκουσα :

ΙΠ. Δεινὸν μεντᾶν εἴη, ὃ Σώκρατες, εἰ οἱ ἑκόντες ἀδι- κοῦντες βελτίους ἔσονται ἢ οἱ ἄκοντες.

ΣΩ. Ἀλλὰ μὴν φαίνεταί γε ἐκ τῶν εἰρημένων.

ΙΠ. Οὔκουν ἔμοιγε.

ΣΩ. Ἐγὼ δ’ ᾤμην, ὃ Ἱππία, καὶ σοὶ φανῆναι. Πάλιν δ’ ἀπόκριναι· ἡ δικαιοσύνη οὐχὶ ἢ δύναμίς τίς ἐστιν ἢ ἐπιστήμη ἢ ἀμφότερα ; ἢ οὐκ ἀνάγκη ἔν γέ τι τούτων εἶναι τὴν δικαιοσύνην ;

ln. Ναί.

ΣΩ. Οὐκοῦν εἰ μὲν δύναμίς ἐστι τῆς ψυχῆς ἡ δικαιο- σύνη, ἡ δυνατωτέρα ψυχὴ δικαιοτέρα ἐστι ; βελτίων γάρ που ἡμῖν ἐφάνη, ὦ ἄριστε, ἡ τοιαύτη. .

ΙΠ. Ἐφάνη γάρ.

ΣΩ. Τί δ’ εἰ ἐπιστήμη : οὐχ ἡ σοφωτέρα ψυχὴ δικαιο- τέρα, ἡ δ’ ἀμαθεστέρα ἀδικωτέρας

<ΙΠ. Ναί.>

ΣΩ. Τί δ’ εἰ ἆμφότερα; οὐχ ἡ ἀμφοτέρας ἔχουσα, ἐπιστήμην καὶ δύναμιν, δικαιοτέρα, ἡ δ’ ἀμαθεστέρα ἀδι- κωτέρα ; οὐχ οὕτως ἀνάγκη ἔχειν ;

ΙΠ. Φαίνεται.

ΣΩ. Οὐκοῦν ἠ δυνατωτέρα καὶ σοφωτέρα αὕτη ἀμείνων οὖσα ἐφάνη καὶ ἀμφότερα μᾶλλον δυναμένη ποιεῖν. καὶ τά καλὰ καὶ τὰ αἰσχρά, περὶ πᾶσαν ἐργασίαν ;

ΙΠ. Ναί.

ΣΩ. ιΌτιιν ἄρα τὰ αἰσχρὰ ἐργάζηται, ἑκοῦσα ἐργάζεται διὰ δύναμιν καὶ τέχνην· ταῦτα δὲ δικαιοσύνης φαίνεται,

ἤτοι ἀμφότερα ἢ τὸ ἕτερον.

” e 7 ΙΙΙ. Ναί add. rccc. : nm. T“'F.

376