ΙΙΙΙΙΙΑΣ ΕΛΑΤἸῺΝ 43
ΙΠ. Ναί. ΣΩ. Τῇ ἀμείνονι ἄρα ψυχῇ ’ίτιπου τὰ τῆς ψυχῆς ἔργα ταύτης τὰ πονηρὰ ἑκουσίως ἂν ποιοῖ, τῇ δὲ τῆς πονηρᾶς
ἀκουσίως ; ΙΠ. Πάνυ γε.
ΣΩ. Οὐκοῦν καὶ κυνὸς καὶ τῶν ἄλλων ζῴων πάντων :
ln. Ναί.
ΣΩ. Τί δὲ δή; ἀνθρώπου ψυχὴν ,ἐκτῆσθαι τοξότου ἄμεινόν ἐστιν, ἥτις ἑκουσίως ἁμαρτάνει τοῦ σκοποῦ. ἢ ἥτις ἀκουσίως :
ΙΠ. ’Ἠτις ἑκουσίως. b
ΣΩ. Οὐκοῦν αὕτη ἀμείνων εἷς τοξικήν ἐστιν’,
ΙΠ. Ναί.
ΣΩ, Καὶ ψυχὴ ἄρα ἀκουσίως ἁμαρτάνουσα πονηροτέρα ἢ ἑκουσίως;
ΙΠ. Ἐν τοξικῇ γε.
ΣΩ. Τί δ’ ἐν ἰατρικῇ ; οὐχὶ ἡ ἑκοῦσα κακὰ ἐργαζομένη ’Περὶ τὰ σώματα ῗατρικωτέρα;
ΙΠ. Ναί.
ΣΩ. Ἀμείνων ἄρα αὕτη ἐν ταύτῃ τῇ τέχνῃ τῆς μή [ἰατρικῆςῙ.
ΙΠ. Ἀμείνων.
ΣΩ. Τί δέ; ἡ κιθαριστικωτέρα καὶ αὒλητικωτέρα καὶ τᾶλλα πάντα τὰ κατὰ τὰς τέχνας τε καὶ τὰς ἐπιστήμας, c οὐχὶ ἦ ἀμείνων ἑκοῦσα τὰ κακὰ ἐργάζεται καὶ τὰ αἰσχρὰ καὶ ἐξαμαρτάνει, ἡ δὲ πονηροτέρα ἄκουσα;
ΙΠ. Φαίνεται.
ΣΩ. Ἀλλὰ μήν που τάς γε τῶν δούλων ψυχὰς κεκτῆσθαι δεξαίμεθ’ ἂν μᾶλλον τὰς ἑκουσίως ἢ τὰς ἀκουσίως ἁμαρτα- νούσας τε καὶ κακουργούσας, ὣς ἀμείνους οὔσας εἰς
ταῦτα.
ΙΠ. Ναί.
a 8 πονηρᾶς W : πονηρίας Τ " !!; ἄμεινον F : ἀμείνονος T“ “ b 2 αὕτη TW : καὶ αὕτη F" b Il ἰατρικῆς sec]. Schlcîermachcr.