ΙΠΠΙΑΣ ΕΛᾹΤΤΩΝ ῆι ΙΠ. Ἐν δρόμῳ γε. .
ΣΩ. Τί δ’ ἐν πάλῃ ; πότερος παλαιστὴς ἀμείνων. ὃ ἑκὼν 374
πίπτων ἢ ὃ ἄκων :
ln. Ὁ ἑκών. ὧς ἔοικεν.
ΣΩ. Πονηρότερον δὲ καὶ αἴσχιον ἐν πάλῃ τὸ πίπτειν ἢ τὸ καταδάλλειν :
ΙΠ. Τὸ πίπτειν.
ΣΩ. Καὶ ἐν πάλῃ ἄρα ὃ ἑκὼν τὰ πονηρὰ καί αἰσχρὰ ἐργαζόμενος βελτίων παλαιστὴς ἣ ὃ ἄκων.
ΙΠ. Ἐοικεν.
ΣΩ. Τί δὲ ἐν τῇ ἄλλῃ πάσῃ τῇ τοῦ σώματος χρεία ; οὐχ ὃ βελτίων τὸ σῶμα δύναται ἀμφότερα ἐργάζεσθαι, καὶ τὰ ἰσχυρὰ καὶτὰ ἀσθενῆ, καί τὰ αἰσχρὰ καί τα καλάς ὥστε ὅταν κατὰ τὸ σῶμα πονηρὰ ἐργάζηται, ἑκὼν ἐργάζεται ὃ βελτίων τὸ σῶμα. ὃ δὲ πονηρότερος ἄκων ;
ΙΠ. Ἐοικεν καὶ τὰ κατὰ τὴν ἰσχὺν οὕτως ἔχειν.
ΣΩ. Τί δὲ κατ’ εὐσχημοσύνην, ὦ Ἵππίαζ οὐ τοῦ βελ- τίονος σώματός ἐστιν ἑκόντος τὰ αἰσχρὰ καί πονηρὰ σχήματα σχηματίζειν, τοῦ δὲ πονηροτέρου ἂκοντος; ἢ πῶς σοι δοκεῖ :
ΙΠ. Οὕτως.
ΣΩ. Καὶ ἀσχημοσύνη ἄρα ἠ μὲν ἑκούσιος πρὸς ἀρετῆς ἐστιν, ἠ δὲ ἀκούσιος πρὸς πονηρίας σώματος.
ΙΠ. Φαίνεται.
ΣΩ. Τί δὲ φωνῆς περι λεγεις; ποτὲραν φῂς εἶναι βελτίω, τὴν ἑκουσίως ἀπάδουσαν ἢ τὴν ἀκουσίως;
ΙΠ. Τὴν ἑκουσίως.
ΣΩ, Μοχθηροτὲραν δὲ τὴν ἀκουσίως;
ΙΠ. Ναί.
ΣΩ. Δεξαιο δ’ ἂν πότερον τάγαθὰ κεκτῆσθαι ἢ τὰ
κακά;
ln. τάγαθά.
374 a 3 ὡς ἔοικεν 1·’ : ὡς om. 'l'\\'.
C