ῙΠΙΠΛΣ ΕΛΑΤΤΩΝ [ιο ln. Ἀλλ’ ἀποκρινοῦμαι. σοῦ γε δεομένου· ἀλλ’ ἐρώτα ὅ
τι βούλει.
ΣΩ. Καὶ μὴν σφόδρα γε ἐπιθυμῶ, ὃ Ἱππία. διασκέ- ψασΘαι τὸ νυνδὴ λεγόμενον. πότεροί ποτε ἀμείνους, οἱ ἑκόντες ἢ οἱ ἄκοντες ἁμαρτάνοντες. Οἶμαι οὖν ἐπὶ τὴν σκέψιν ὀρθότατ’ ἂν ὧδε ἐλθεῖν· ἀλλ’ ἀπόκριναι· καλεῖς τινα δρομέα ἀγαθόν ;
m. Ἔγωγε.
ΣΩ. Καὶ κακόν;
ΙΠ Ναί.
ΣΩ. Οὐκοῦν ἀγαθὸς μὲν ὁ εὖ θέων, κακὸς δὲ ὁ κακῶς; ΙΠ. Ναί.
ΣΩ. Οὐκοῦν ὁ βραδεως θέων κακως θει ὃ δὲ ταχεως ευ
ln. Ναὶ.
ΣΩ. Ἐν δρόμῳ μὲν ἄρα καὶ τῷ θεῖν τάχος μὲν ἀγαθόν, βραδυτὴς δὲ κακόν ;
ΙΠ. Ἀλλὰ τί μέλλεις
ΣΩ. Πότερος οῧν ἀμείνων δρομεὺς, ὃ ἑκὼν βραδέως Βέων ἢ ὁ ἄκων ;
ΙΓΙ. Ὁ ἑκών.
ΣΩ. Ἀρ’ οῦν οὔ ποιεῖν τί. ἐστι τὸ θεῖν ;
ΙΠ. Ποιεῖν μὲν οὖν.
ΣΩ. Εἰ δέ ποιεῖν, οὔ καὶ ἐργάζεσθαί τι ;
ΙΠ. Ναὶ.
ΣΩ. Ὁ κακῶς ἄρα θέων κακὸν καὶ αἰσχρὸν ἐν δρόμῳ τοῦτο ἐργάζεται;
ln. Κακόν· πῶς γὰρ οὔ ;
ΣΩ. Κακῶς δὲ θεῖ ὃ βραδέως θέων ;
ῙΠ. Ναί. .
ΣΩ. Οὐκοῦν ὁ μὲν ἀγαθὸς δρομεὺς ἑκὼν τὸ κακὸν τοῦτο ἐργάζεται καὶ τὸ αἰσχρόν, ὁ δὲ κακὸς ἄκων ;
ΙΠ. Ἐοικέν γε.
ΣΩ. Ἐν δρόμῳ μὲν ἄρα πονηρότερος ὃ ἄκων κακὰ ἐργα- ζόμενος ἢ ὃ ἑκών ;