Σελίδα:Platon - Œuvres complètes, Les Belles Lettres, tome I.djvu/49

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.


Σωκράτης: περὶ ταῦτα οὖν [367e] ἀγαθὸς ἄλλος τις ἢ οὗτος;

Ἱππίας: οὐκ ἄλλος.

Σωκράτης: οὐκοῦν ὁ ἀγαθὸς καὶ σοφὸς γεωμέτρης δυνατώτατός γε ἀμφότερα; καὶ εἴπερ τις ἄλλος ψευδὴς περὶ διαγράμματα, οὗτος ἂν εἴη, ὁ ἀγαθός; οὗτος γὰρ δυνατός, ὁ δὲ κακὸς ἀδύνατος ἦν ψεύδεσθαι: ὥστε οὐκ ἂν γένοιτο ψευδὴς ὁ μὴ δυνάμενος ψεύδεσθαι, ὡς ὡμολόγηται.

Ἱππίας: ἔστι ταῦτα.

Σωκράτης: ἔτι τοίνυν καὶ τὸν τρίτον ἐπισκεψώμεθα, τὸν ἀστρονόμον, ἧς αὖ σὺ τέχνης ἔτι μᾶλλον ἐπιστήμων οἴει [368a] εἶναι ἢ τῶν ἔμπροσθεν. ἦ γάρ, ὦ Ἱππία;

Ἱππίας: ναί.

Σωκράτης: οὐκοῦν καὶ ἐν ἀστρονομίᾳ ταὐτὰ ταῦτά ἐστιν;

Ἱππίας: εἰκός γε, ὦ Σώκρατες.

Σωκράτης: καὶ ἐν ἀστρονομίᾳ ἄρα εἴπερ τις καὶ ἄλλος ψευδής, ὁ ἀγαθὸς ἀστρονόμος ψευδὴς ἔσται, ὁ δυνατὸς ψεύδεσθαι. οὐ γὰρ ὅ γε ἀδύνατος: ἀμαθὴς γάρ.

Ἱππίας: φαίνεται οὕτως.

Σωκράτης: ὁ αὐτὸς ἄρα καὶ ἐν ἀστρονομίᾳ ἀληθής τε καὶ ψευδὴς ἔσται.

Ἱππίας: ἔοικεν.

Σωκράτης:

ἴθι δή, ὦ Ἱππία, ἀνέδην οὑτωσὶ ἐπίσκεψαι κατὰ [368b] πασῶν τῶν ἐπιστημῶν, εἴ που ἔστιν ἄλλως ἔχον ἢ οὕτως. πάντως δὲ πλείστας τέχνας πάντων σοφώτατος εἶ ἀνθρώπων, ὡς ἐγώ ποτέ σου ἤκουον μεγαλαυχουμένου, πολλὴν σοφίαν καὶ ζηλωτὴν σαυτοῦ διεξιόντος ἐν ἀγορᾷ ἐπὶ ταῖς τραπέζαις. ἔφησθα δὲ ἀφικέσθαι ποτὲ εἰς Ὀλυμπίαν ἃ εἶχες περὶ τὸ σῶμα ἅπαντα σαυτοῦ ἔργα ἔχων: πρῶτον μὲν δακτύλιονἐντεῦθεν γὰρ ἤρχουὃν εἶχες σαυτοῦ ἔχειν [368c] ἔργον, ὡς ἐπιστάμενος δακτυλίους γλύφειν, καὶ ἄλλην σφραγῖδα σὸν ἔργον, καὶ στλεγγίδα καὶ λήκυθον ἃ αὐτὸς ἠργάσω: ἔπειτα ὑποδήματα ἃ εἶχες ἔφησθα αὐτὸς σκυτοτομῆσαι, καὶ τὸ ἱμάτιον ὑφῆναι καὶ τὸν χιτωνίσκον: καὶ ὅ γε πᾶσιν ἔδοξεν