Σελίδα:Platon - Œuvres complètes, Les Belles Lettres, tome I.djvu/285

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ἈΠΟΛΟΓῚΛ ΣΩΚΡΆΤΟΥΣ 170

ὑμῖν ἥξειν εὐθὺς μετὰ τὸν ἐμὸν θάνατον πολὺ χαλεπωτέραν νὴ Δία ἢ οἵαν ἐμὲ ἀπεκτόνατε. Νῦν γὰρ τοῦτο εἴργάσασθε οἵόμενοι ἀπαλλάξεσθαι τοῦ διδόναι ἔλεγχον τοῦ βίου" τὸ δὲ ὑμῖν πολὺ ἐναντίον ἀποβήσεται, ὡς ἐγώ φημι. Πλείους ἔσονται ὑμᾶς οἱ ἐλέγχοντες, οῦς νῦν ἐγὼ κατεῖχον, ὑμεῖς ἃ δὲ οὐκ ἠσθάνεσθε" καὶ χαλεπώτεροι ἔσονται ὅσῳ νεώτεροί εἶσι, καὶ ὑμεῖς μᾶλλον ἀγανακτήσετε. Εἰ γὰρ οἴεσθε ἀποκτεί- νοντες ἀνθρώπους ἐπισχήσειν τοῦ ὀνειδίζειν τινὰ ὑμῖν ὅτι οὖκ ὀρθῶς ζῆτε, οὐ καλῶς διανοεῖσθε" οὐ γάρ ἐσθ᾽ αὕτη ἡ ἀπαλλαγὴ οὔτε πάνυ δυνατὴ οὔτε καλή, ἀλλ᾽ ἐκείνη καὶ καλλίστη καὶ ῥάστη, μὴ τοὺς ἄλλους κολούειν, ἀλλ᾽ ἑαυτὸν παρασκευάζειν ὅπως ἔσται ὡς βέλτιστος. Ταῦτα μὲν οὖν δμῖν τοῖς καταψηφισαμένοις μαντευσάμενος ἀπαλλάττο- μαι.

Τοῖς δὲ ἀποψηφισαμένοις ἡδέως ἂν διαλεχθείην ὑπὲρ 6 ποῦ γεγονότος τουτουὶ πράγματος, ἐν ᾧ οἱ ἄρχοντες ἀσχολίαν ἄγουσι καὶ οὕπω ἔρχομαι οἵ ἐλθόντα με δεῖ πεθνάναι. ᾿Αλλά μοι, ὦ ἄνδρες, παραμείνατε τοσοῦτον χρόνον: οὐδὲν γὰρ κωλύει διαμυθολογῆσαι τιρὸς ἀλλήλους ἕως ἔξεστιν. Ὑμῖν γὰρ ὡς φίλοις οῦσιν ἐπιδεῖξαι ἐθέλω τὸ 40 νυνὶ μοι συμβεβηκὸς τί ποτε νοεῖ.

Ἐμοὶ γάρ, ὦ ἄνδρες δικασταί --- ὅμᾶς γὰρ δικαστὰς κα- λῶν ὀρθῶς ἂν καλοίην -- θαυμάσιόν τι γέγονεν. Ἢ γὰρ εἰωθυϊά μοι μαντικὴ ἥ τοῦ δαιμονίου ἐν μὲν τῷ πρόσθεν χρόνῳ παντὶ πάνυ πυκνὴ ἀεὶ ἣν καὶ πάνυ ἐπὶ σμικροῖς ἐναντιουμένη, εἴ τι μέλλοιμι μὴ ὀρθῶς πράξειν" νυνὶ δὲ συμβέβηκέ μοι ἅπερ ὅρϑτε καὶ αὐτοὶ ταυτί, ἅ γε δὴ οἴηθείη ἄν τις καὶ νομίζεται ἔσχατα κακῶν εἶναι’ ἔμοι δὲ οὔτε ἐξιόντι ἕωθεν οἴκοθεν ἠναντιώθη τὸ τοῦ θεοῦ σημεῖον οὔτε Ὁ ἡνίκα ἀνέβαινον ἐνταυθοῖ ἐπὶ τὸ δικαστήριον οὔτ᾽ ἐν τῷ λόγῳ οὐδαμοῦ μέλλοντί τι ἐρεῖν: καίτοι ἐν ἄλλοις λόγοις


ὁ ὃ ἀπικτόνατε Β: ἀπεκτείνατε Τὶ εἰργάσασβε Β : εἴργασθε Τ 6 7 οἰόμενοι Β»Τ' - οἰόμενοί με Β ἢ! ἃ 5 οὐ καλῶς Τ : οὐκ ὀρθῶς Β ἢ! 40 ἃ 5 τί ποτε νοεῖ Β: τί ποτ᾽ ἐννοεῖ Τ'. �