Σελίδα:Platon - Œuvres complètes, Les Belles Lettres, tome I.djvu/275

Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
165
ΑΠΟΛΟΓΙΑ ΣΩΚΡΑΤΟΥΣ

ἀσεϐείας φεύγοντα ὑπὸ Μελήτου τουτουΐ. Σαφῶς γὰρ ἄν, εἰ πείθοιμι ὑμᾶς καὶ τῷ δεισθαι βιαζοίμην ὀμωμοκότας, θεοὺς ἂν διδάσκοιμι μὴ ἡγεῖσθαι ὑμᾶς εἰναι καὶ ἀτεχνῶς ἀπολογούμενος κατηγοροίην ἂν ἐμαυτοῦ ὡς θεοὺς οὐ νομίζω. Ἀλλὰ πολλοῦ δεῖ οὕτως ἔχειν· νομίζω τε γάρ, ὧ ἄνδρες Ἀθηναῖοι, ὡς οὐδεὶς των ἐμῶν κατηγόρων, καὶ ὑμῖν ἐπιτρέπω καὶ τῷ θεῷ κρῖναι περὶ ἐμοῦ ὅπῃ μέλλει ἐμοι τε ἄριστα εἶναι ϰαὶ ὑμῖν.


II

Τὸ μὲν μὴ ἀγανακτεῖν, ὧ ἄνδρες Ἀθηναῖοι, ἐπὶ τούτῳ τῷ γεγονότι ὅτι μου κατεψηφίσασθε, ἄλλα τέ μοι πολλὰ συμϐάλλεται καὶ οὐκ ἀνέλπιστόν μοι γέγονεν τὸ γεγονὸς τοῦτο, ἀλλὰ πολὺ μᾶλλον θαυμάζω ἑκατέρων τῶν ψήφων τὸν γεγονότα ἀριθμόν· οὐ γὰρ ᾦόμην ἔγωγε οὕτω παρ' ὀλίγον ἔσεσθαι, ἀλλὰ παρὰ πολύ· νῦν δέ, ὡς ἔοικεν, εἰ τριάκοντα μόναι μετέπεσον τῶν ψήφων, ἁπεπεφεύγη ἄυ. Μέλητον μὲν οὖν, ὡς ἐμοι δοκῶ, καὶ υῦν ἀποπέφευγα, καὶ οὐ μόνον ἀποπέφευγα, ἀλλὰ παντὶ δῆλον τοῦτό γε ὅτι, εἰ μὴ ἀνέϐη Ἀνυτος καὶ Λύκων κατηγορήσοντες ἐμοῦ, κἂν ὦφλε χιλίας δραχμὰς οὐ μεταλαϐὸν τὸ πέμπτον μέρος τῶν ψήφων.

Τιμᾶται δ' οὖν μοι ὁ ἀνὴρ θανάτου. Εἶεν· ἐγὼ δὲ δὴ τίνος ὑμῖν ἀντιτιμήσομαι, ὧ ἄνδρες Ἀθηναῖοι ; ἢ δῆλον ὅτι τῆς ἁξίας ; Τί οὖν ; τί αξιός εἰμι παθεῖν ἢ ἀποτεῖσαι ὅ τι μαθὼν ἐν τῷ βίῳ οὐχ ἡσυχίαν ἧγον, ἀλλ' ἀμελήσας ὧνπερ οἱ πολλοὶ χρηματισμοῦ τε καὶ οἰκονομίας καὶ στρατηγιῶν καὶ δημηγοριῶν καὶ τῶν ἄλλων ἀρχῶν καὶ συνωμοσιῶν καὶ στάσεων τῶν ἐν τῇ πόλει γιγνομένων, ἡγησάμενος ἑμαυτὸν τῷ ὄντι ἐπιεικέστερον εἶναι ἢ ὥστε εἰς ταῦτ' ἰόντα σῴζεσθαι, ἐνταῦθα μὲν οὐκ ᾗα οἷ ἐλθὼν μήτε ὑμῖν μήτε ἐμαυτῷ ἔμελ-


36 a 5 τριάϰοντα B : τρὶς T ‖ c 1 ἰόντα T : ὄντα B.