Σελίδα:Platon - Œuvres complètes, Les Belles Lettres, tome I.djvu/271

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
163
ΑΠΟΛΟΓΙΑ ΣΩΚΡΑΤΟΥΣ

τότε ἐπελάθετο, νῦν παρασχέσθω, ἐγὼ παραχωρῶ, καὶ λεγέτω εἴ τι ἔχει τοιοῦτον. Ἀλλὰ τούτου πᾶν τοὐναντίον εὑρήσετε, ὦ ἄνδρες, πάντας ἐμοὶ βοηθεῖν ἑτοίμους τῷ διαφθείροντι, τῷ κακὰ ἑργαζομένῳ τοὺς οἰκείους αὐτῶν, ὥς φασι Μέλητος καὶ Ἄνυτος. Αὐτοὶ μὲν γὰρ οἱ διεφθαρμένοι τάχ’ ἂν λόγον ἔχοιεν βοηβοῦντες· οἱ δὲ ἀδιάφθαρτοι, πρεσϐύτεροι ἤδη ἄνδρες, οἱ τούτων προσήκοντες, τίνα ἄλλον ἔχουσι λόγον βοηθοῦντες ἐμοὶ ἀλλ’ ἢ τὸν ὀρθόν τε καὶ δίκαιον, ὅτι συνίσασι Μελήτῳ μὲν ψευδομένῳ, ἐμοὶ δὲ ἀληθεύοντι ;

Εἶεν δή, ὧ ἄνδρες· ἅ μὲν ἐγὼ ἔχοιμ’ ἂν ἀπολογεῖσθαι, σχεδόν ἐστι ταῦτα καὶ ἄλλα ἴσως τοιαῦτα. Τάχα δ’ ἄν τις ὑμῶν ἀγανακτήσειεν ἀναμνησθεὶς ἑαυτοῦ, εἰ ὁ μὲν καὶ ἐλάττω τουτουῒ τοῦ ἀγῶνος ἀγῶνα ἀγωνιζόμενος ἐδεήθη τε ϰαὶ ἱκέτευσε τοὺς δικαστὰς μετὰ πολλῶν δακρύων παιδία τε αὑτοῦ ἀναϐιϐασάμενος, ἵνα ὅ τι μάλιστα ἐλεηθείη, καὶ ἄλλους τῶν οἰκείων καὶ φίλων πολλούς, ἐγὼ δὲ οὐδὲν ἄρα τούτων ποιήσω, καὶ ταῦτα κινδυνεύων, ὡς ἂν δόξαιμι, τὸν ἔσχατον κίνδυνον. Τάχ’ οὖν τις ταῦτα ἐννοήσας αὐθαδέστερον ἂν μετ’ ὀργῆς τὴν ψῆφον. Εἰ δή τις ὑμῶν οὕτως ἔχει — οὐκ ἀξιῶ μὲν γὰρ ἔγωγε — εἰ δ’ οὖν, ἐπιεικῆ ἂν μοι δοκῶ πρὸς τοῦτον λέγειν λέγων ὅτι· « Ἐμοί, ὦ ἄριστε, εἰσὶν μέν πού τινες καὶ οἰκεῖοι. αὶ γὰρ τοῦτο αὐτὸ τὸ τοῦ Ὁμήρου, οὐδ’ ἐγώ ἀπὸ δρυὸς οὐδ’ ἀπὸ πέτρεης πέφυκα, ἀλλ’ ἐξ ἀνθρώπων, ὥστε καὶ οἰκεῖοί μοί εἰσι καὶ ὑεῖς, ὦ ἄνδρες Ἀθηναῖοι, τρεῖς, εἶς μὲν μειράκιον ἤδη, δύο δὲ παιδία. » Ἀλλ’ ὅμως οὐδένα αὐτῶν δεῦρο ἀναϐιϐασάμενος δεήσομαι ὑμῶν ἀποψηφίσασθαι. Τί δὴ οὖν οὐδὲν τούτων ποιήσω ; οὐκ αὐθαδιζόμενος, ὦ ἄνδρες Ἀθηναῖοι, οὐδ’ ὑμᾶς ἀτιμάζων· ἀλλ’ εἰ μὲν θαρ-

b 5 ὅτι B : ὃν Τ ‖ ξυνίσασι Τ : ξυνίασι Β ‖ ἀληθεύοντι Β : ἀληθῆ λέγοντι Τ ‖ c 2 ἐδεήθη Β : δεδέηται Τ ‖ c 5 φίλων Β : φίλους Τ ‖ c 6 ὡς Β : ᾧ Τ ‖ c 7 τάχ' οὖν Β : τάχα νοῦν Τ pro τάχ' ἂν οὖν ‖ d 6 ὑεῖς Β : ὑεῖς γε Τ.