Σελίδα:Platon - Œuvres complètes, Les Belles Lettres, tome I.djvu/269

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
ΑΠΟΛΟΓΙΑ ΣΩΚΡΑΤΟΥΣ — 162

Ἀλλὰ διὰ τί δή ποτε μετ’ ἐμοῦ χαίρουσί τινες πολὺν χρόνον διατρίβοντες ; Ἀκηκόατε, ὧ ἄνδρες Ἀθηαναῖοι· πᾶσαν ὑμιν τῆν ἀλήθειαν ἐγὼ εἶπον, ὅτι ἀκούοντες χαίρουσιν ἐξεταζομένοις τοῖς οἰομένοις μὲν εἶναι σοφοῖς, οὖσι δ’ οὔ· ἔστι γὰρ οὐκ ἀηδές. Ἐμοι δὲ τοῦτο, ὡς ἐγώ φημι, προστέτακται ὑπὸ τοῦ θεοῦ πράττειν ϰαὶ ἐξ ἐνυπνίων καὶ παντὶ τρόπῳ ᾧπέρ τίς ποτε καὶ ἄλλη θεία μοῖρα ἀνθρώπῳ καὶ ὁτιοῦν προσέταξε πράττειν. Ταῦτα, ὧ ἄνδρες Ἀθηναῖοι, καὶ ἀληθῆ ἐστιν καὶ εὐέλεγκτα. Εἰ γὰρ δὴ ἔγωγε τῶν νέων τοῦς μὲν διαφθείρω, τοὺς δὲ διέφθαρκα, χρῆν δήπου εἴτε τινὲς αὐτῶν πρεσϐύτεροι γενόμενοι ἔγνωσαν ὅτι νέοις οὖσιν αὐτοῖς ἐγὼ κακὸν πώποτέ τι συνεϐούλευσα, νυν αὐτοὺς ἀναβαίνοντας ἐμοῦ κατηγορεῖν καὶ τιμωρεῖσθαι· εἰ δὲ μὴ αὐτοι ἤθελον, τῶν οἰκείων τινὰς τῶν ἐκείνων, πατέρας καὶ ἀδελφοὺς καὶ ἄλλους τοὺς προσήκοντας, εἴπερ ὑπ’ ἐμοῦ τι κακὸν ἐπεπόνθεσαν αὐτῶν οἱ οἰκεῖοι, νῦν μεμνῆσθαι καὶ τιμωρεῖσθαι. Πάντως δὲ πάρεισιν αὐτῶν πολλοὶ ἐνταυθοῖ οὖς ἐγῶ ὁρῶ, πρῶτον μὲν Κρίτων οὑτοσί, ἐμὸς ἡλικιώτης καὶ δημότης, Κριτοβούλου τοῦδε πατήρ· ἔπειτα Λυσανίας ὁ Σφήττιος, Αἰσχίνου τοῦδε πατήρ· ἔτι δ’ Ἀντιφῶν ὁ Κηφισιεὺς οὑτοσί, Ἐπιγένους πατήρ· ἄλλοι τοίνυν οὖτοι, ὦν οἱ ἀδελφοὶ ἐν ταύτῃ τῇ διατριϐῇ γεγόνασιν, Νικόστρατος Θεοζοτίδου, ἀδελφὸς Θεδότου — καὶ ὁ μὲν Θεόδοτος τετελεύτηκεν, ὥστε οὐκ ἂν ἐκεῖνός γε αὐτοῦ καταδεηθείη — καὶ Πάραλος ὅδε ὁ Δημοδόκου, οὖ ἦν Θεάγης ἀδελφός· ὅδε δὲ Ἀδείμαντος ὁ Ἀρίστωνος, οὖ ἀδελπὸς οὑτοσὶ Πλάτων, καὶ Αἰαντόδωρος, οὖ Ἀπολλόδωρος ὅδε ἀδελφός. Καὶ ἄλλους πολλοὺς ἐγὼ ἔχω ὑμῖν εἰπεῖν, ὦν τινα ἐχρῆν μάλιστα μὲν ἐν τῷ ἑαυτοῦ λόγῳ παρασχέσθαι Μέλητον μάρτυρα· εἰ δὲ

c 7 ἄνδρες T : om. B ‖ c 8 εὐέλεγκτα B : εὐεξέλεγκτα T ‖ νέων B : νεωτέρων T ‖ d 7 αὐτῶν B : om. T ‖ ϰαὶ τιμωρεῖσθαι B : om T ‖ e 2 τοῦδε B : τούτου T ‖ ἔτι δ’ T : ἔτι B ‖ e 6 Θεοζοτίδου W, cf. IG, II, 2, 944 : Θεοζωτίδου B : ὁ Θεοσδοτίδου T ‖ e 8 Πάραλος T : Πάραδος BW, forsan Παράλιος, cf. IG, II, 660 ‖ 34 a 4 παρσσχέσθαι B :