λογοῦντα, ἐπειδὴ οὐκ ἀποκρίνῃ. Τοὺς δὲ δαίμονας οὐχὶ ἤτοι d θεούς γε ήγούμεθαῆ θεῶν παῖδας; φῂςῆ oû; — Πάνυ γε. - Οὐκοῦν, εἴπερ δαίμονας ἡγοῦμαι, ὣς σὺ φῄς, εἰ μὲν θεοί τινές εἰσιν οἱ δαίμονες, τοῦτ’ ἂν εἴη ὃ ἐγώ φημί. σε αἰνίττε- σθαι καὶ χαριεντὶζεσθαι, θεοὺς οὐχ ἡγούμενον φάναι ἐμὲ θεοὺς αῧ ἡγεῖσθαι πάλιν, ἐπειδήπερ γε δαίμονας ἡγοῦμαι. Εἰ δ’ αῧ οἱ δαίμονες θεῶν παῖδές εἶσιν νόθοι τινὲς ἢ ἐκ νυμφῶν ἢ ἔκ τινων ἄλλων ὧν δὴ καὶ λέγονται, τίς ἂν ἀνθρώπων θεῶν μὲν παῖδας ἡγοῖτο εἶναι, θεοὺς δὲ μή ; Ὁμοίως γὰρ ἂν ἄτοπον εἴη ὥσπερ ἂν εἴ τις ἵππων μὲν e παῖδας ἡγοῖτο [ἢ] καὶ ὄνων τοὺς ἡμιόνους, ἵππους δὲ καὶ ὅνους μὴ ἡγοῖτο εἶναι. Ἀλλ’, ὣ Μέλητε, οὐκ ἔστιν ὅπως σὺ ταῦτα οὒχῑ ἀποπειρώμενος ἡμῶν ἐγράψω τὴν γραφὴν ταύτην ἢ ἀπορῶν ὅ τι ἐγκαλοῖς ἐμοὶ ἀληθὲς ἀδίκημα· ὅπως δὲ σύ τινα πείθοις ἂν καὶ σμικρὸν νοῦν ἔχοντα ἀνθρώπων, ὣς οὐ τοῦ αὐτοῦ ἔστιν καὶ δαιμόνια καὶ θεῖα ἡγεῖσθαι, καὶ αΰ τοῦ αὐτοῦ μήτε δαίμονας μήτε θεοὺς μήτε ἥρωας, 28 οὐδεμία μηχανή ἐστιν.
Ἀλλὰ γάρ, ὣ ἄνδρες Ἀθηναῖοι, ὣς μὲν ἐγὼ οῆκ ἀδικῶ κατὰ τὴν Μελήτου γραφήν, οὐ πολλῆς μοι δοκεῖ εἶναι ἀπολογίας, ἀλλὰ ἱκανὰ καὶταῦτα. “O δὲ καὶ ἐν τοῖς ἔμπροσθεν ἔλεγον, ὅτι πολλή μοι ἀπέχθεια γέγονε καὶ πρὸς πολλούς, εΰ ἴστε ὅτι ἀληθές ἐστιν. Καὶ τοῦτ’ ἔστινὸ ἐμὲ αἱρήσει, ἐάνπερ αἱρῇ, οὐ Μέλητος οὐδὲ Ἄνυτος, ἀλλ’ ἡ τῶν πολλῶν διαθολή τε καὶ φθόνος· ἃ δὴ πολλοὺς καὶ ἄλλους καὶ ἀγαθοὺς ἄνδρας ᾕρηκεν, οἶμαι δὲ καὶ αἱρήσειν· οὐδὲν δὲ δεινὸν μὴ ἐν ἐμοὶ στῇ. b
Ἴσως δ’ ἂν οῦν εἴποι τις· cr Εἲτ’ οὐκ αἰσχύνη, ὃ Σώ-
γΠΊέιέὶιη. 28 b 2 Ἴσως δ’ ἂν - ἢ κακοῦ· (b ιο) : Slob. Floril.. , 4·
d 2 ἡγούμεθα B: ἡγούμεθα εἶναι Τ || d 8 τίς ἂν ΒΠΝῑε τίς ΒΤ || 0 l ὥσπερ ἂν T‘V: ὥσπερ Β || 0 2 [ἦ] seclus. Forster, But-net, quibua assenlior || 9 3 σὺ ΒῖΤἮε οὗ Β ΙΙ B 6 σμικρὸν νοῦν TW : σμικρόν γοῦν νοῦν Β || 0 7 τοῦ· αὐτοῦ B: τοῦ· αὐτοῦ ἀνδρὸς Τ, οὗ τοῦ αὐτοῦ’ secl. Rieckhcr, Bumet || 28 a 7 αἱρήσει B: αἱρεῖ Τ || a 9 πολλοὺς καὶ ἄλλους ΒΤ : καὶ ἄλλους πολλοὺς conj. Schanz.