ἈΠΟΛΟΓῚᾺΑ ΣΩΚΡΑΤΟΥ͂Σ τή9
τῶν ποιητῶν ἀχθόμενος, ἼΑνυτος δὲ ὑτιὲρ τῶν δημιουργῶν καὶ τῶν πολιτικῶν, Λύκων δὲ ὑπὲρ τῶν ῥητόρων. “Ὥστε, ὅπερ ἀρχόμενος ἐγὼ ἔλεγον, θαυμάξζοιμ᾽ ἂν εἰ οἷός τ᾽ εἴην ἐγὼ ὑὕμῶν ταύτην τὴν διαβθολὴν ἐξελέσθαι ἐν οὕτως ὀλίγῳ χρόνῳ οὕτω πολλὴν γεγονυῖαν. Ταῦτ᾽ ἔστιν ὑμῖν, ὦ ἄνδρες ᾿Αθηναῖοι, τἀληθῆ, καὶ ὕμᾶς οὔτε μέγα οὔτε μικρὸν ἀπο- κρυψάμενος ἐγὼ λέγω οὐδ᾽ ὑποστειλάμενος. Καίτοι οἷδα σχεδὸν ὅτι τοῖς αὐτοῖς ἀπεχθάνομαι" ὃ καὶ τεκμήριον ὅτι ἀληθῆ λέγω, καὶ ὅτι αὕτη ἐστὶν ἡ διαβολὴ ἡ ἐμή, καὶ τὰ αἴτια ταῦτά ἐστιν. Καὶ ἐάν τε νῦν, ἐάν τε αὖθις ζητήσητε ταῦτα, οὕτως εὑρήσετε.
Περὶ μὲν οὖν ὧν οἱ πρῶτοί μου κατήγοροι κατηγόρουν, αὕτη ἔστω ἱκανὴ ἀπολογία πρὸς ὕμᾶς. Πρὸς δὲ Μέλητον, τὸν ἀγαθόν τε καὶ φιλόπολιν, ὥς φησι, καὶ τοὺς ὑστέρους μετιὰ ταῦτα πειράσομαι ἀπολογεῖσθαι. Αὖθις (ἀρ δή, ὥσπερ ἑἕτέρων τούτων ὄντων κατηγόρων, λάθωμεν οὗ τὴν τούτων ἀντωμοσίαν. Ἔχει δέ πὼς ὧδε- Σωκράτη φησὶν ἀδικεῖν πούς τε νέους διαφθείροντα καὶ θεοὺς οὗς ἡ πόλις νομίζει οὗ νομίζοντα, ἕτερα δὲ δαιμόνια καινά. Τὸ μὲν δὴ ἔγκλημα τοιοῦτόν ἐστι- τούτου δὲ τοῦ ἐγκλήματος ἕν ἕκαστον ἐξετά- σωμεν.
Φησὶ γὰρ δὴ τοὺς νέους ἀδικεῖν με διαφθείροντα. ᾿Εγὼ δέ γε, ὦ ἄνδρες ᾿Αθηναῖοι, ἀδικεῖν φημι Μέλητον, ὅτι σπουδῇ χαριεντίζεται, ῥαδίως εἷς ἀγῶνα καθιστὰς ἀνθρώ- πους, περὶ πιραγμάτων προσποιούμενος σπουδάζειν καὶ κή- δεσθαι ὧν οὐδὲν τούτῳ πῶώποτε ἐμέλησεν. ὭὩς δὲ τοῦτο οὕτως ἔχει, πειράσομαι καὶ ὕμῖν ἐπιδεῖξαι.
Καί μοι δεῦρο, ὦ Μέλητε, εἴπέ: ἄλλο τι ἢ περὶ πολλοῦ ποιῇ ὅτιως ὡὧς βέλτιστοι οἵ νεώτεροι ἔσονται ; --- Ἔγωγε. --- Ἴθι δὴ νῦν εἰπὲ τουτοισὶ τίς αὐτοὺς βελτίους ποιεῖ -
24 4 ὃ ἀληθῇ Β : ταληθῆ ΤΊ] Ὁ ἡ ἔστω ΒΞΤΥΝ : ἐστὶν Β [[ } 6 ἀπο- λογεῖσθαι Β: ἀπολογήσασθαι Τ [[Ὁ 8 ἀδικεῖν ΒΕΤῪΝ : ἀδιχεῖ Β |] ο 7 προσποιούμενος Τ: ποοσποιουμένους Ὦ [[6 1τὸ πολλοῦ Β : πλείαστου Τ.
24 �