Σελίδα:Platon - Œuvres complètes, Les Belles Lettres, tome I.djvu/233

Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
144
ΑΠΟΛΟΓΙΑ ΣΩΚΡΑΤΟΥΣ

βεῖν καὶ μισθώσασθαι ὃς ἔμελλεν αὐτὼ καλώ τε κἀγαθὼ ποιῆσειν τὴν πιρροσήκουσαν ἀρετήν : ἦν δ᾽ ἂν οὗτος ἢ τῶν ἱππικῶν τις ἢ τῶν γεωργικῶν᾽ νῦν δ᾽ ἐπειδὴ ἀνθρώπω ἐστόν, τίνα αὐτοῖν ἐν νῷ ἔχεις ἐπιστάτην λαθεῖν : τίς τῆς τοιαύτης ἀρετῆς, τῆς ἀνθρωπίνης τε καὶ πολιτικῆς, ἐπιστήμων ἐστίν ; οἶμαι γάρ σε ἐσκέφθαι, διὰ τὴν τῶν ὑέων κτῆσιν. Ἔστιν τις, ἔφην ἐγώ, ἢ οὔ ; — ΠΠάνυ γε, ἧ δ᾽ ὅς. — Τίς, ἦν δ᾽ ἐγὼ, καὶ ποδατιός, καὶ πόσου διδάσκει ; — Εὔηνος, ἔφη, ὦ Σώκρατες, ΓΙάριος, πέντε μνῶν. » Καὶ ἐγὼ τὸν Εὔηνον ἐμακάρισα, εἰ ὧς ἀληθῶς ἔχοι ταύτην τὴν τέχνην καὶ οὔτὼς ἐμμελῶς διδάσκοι. ᾿Εγὼ γοῦν καὶ αὐτὸς ἐκαλλυνόμην τε καὶ ἡθρυνόμην ἄν, εἰ ἠπιστάμην ταῦτα᾽ ἀλλ᾽ οὐ γὰρ ἐπίσταμαι, ὦ ἄνδρες ᾿Αθηναῖοι.

ὝὙπιολάθοι ἂν οὖν τις ῦμὃἆ ἴσως· « ᾿Αλλ᾽, ὦ Σώκρατες, τὸ σὸν τί ἔστι πρᾶγμα ; πιόθεν αἷ διαθολαί σοι αὗται γεγόνασιν ; οὐ γὰρ δήπου, σοῦ γε οὐδὲν τῶν ἄλλων περιττότερον πιραγματευομένου, ἔπειτα τοσαύτη φήμη τε καὶ λόγος γέγονεν, εἰ μή τι ἔπραττες ἀλλοῖον ἣ οἵ πολλοί. Λέγε οὖν ἡμῖν τί ἐστιν, ἵνα μὴ ἡμεϊς περὶ σοῦ αὐτοσχεδιάζωμεν. » Ταυτί μοι δοκεῖ δίκαια λέγειν ὃ λέγων, κἀγὼ ὑμῖν πειράσομαι ἀποδεῖξαι τί ποτ᾽ ἔστιν τοῦτο ὃ ἐμοὶ πεποίηκεν τό τε ὄνομα καὶ τὴν διαθολῆν. ᾿Ακούετε δή. Καὶ ἴσως μὲν δόξω τισὶν ὕμῶν παίζειν᾽ εὖ μέντοι ἴστε, τιᾶσαν ὕμῖν τὴν ἀλήθειαν ἐρῶ. ᾿Εγὼ γάρ, ὦ ἄνδρες ᾿Αθηναῖοι, δι᾽ οὐδὲν ἀλλ᾽ ἢ διὰ σοφίαν τινὰ τοῦτο τὸ ὄνομα ἔσχηκα. [)͵)οίαν δὴ σοφίαν ταύτην ; ἥπερ ἐστὶν ἴσως ἀνθρωπίνη σοφία. Τῷ ὄντι γὰρ κινδυνεύω ταύτην εἶναι σοφός· οὗτοι δὲ τάχ᾽ ἄν, οὗς ἄρτι ἔλεγον, μείζω τινὰ ἢ κατ᾽ ἄνθρωπον σοφίαν σοφοὶ εἶεν, ἢ οὐκ ἔχω τί λέγω· οὗὐ γὰρ δὴ ἔγωγε αὐτὴν ἐπίσταμαι, ἀλλ᾽ ὅστις φησὶ ψεύδεταί τε καὶ ἐπὶ διαθολῇ τῇ ἐμῇ λέγει. [Καί μοι, ὦ ἄνδρες.᾿Αθηναῖοι, μὴ θορυθήσητε, μηδὲ ἂν δόξω τι


B 10 ἔχοι ΒΤW: ἔχει alii || c 1 διδάσχοι TW : διδάσχει Β || ἐγὼ γοῦν Burnet ex Τ (ἔγωγ᾽ οὖν) : ἐγὼ οὖν Β || e 2 τί Β: ὅτι Τ.