Σελίδα:Platon - Œuvres complètes, Les Belles Lettres, tome I.djvu/231

Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
143
ΑΠΟΛΟΓΙΑ ΣΩΚΡΑΤΟΥΣ

τίς ἐστι ταῦτα γὰρ ἑωρᾶτε καὶ αὐτοὶ ἐν τῇ ᾿Αριστοφάνους κωμῳδία, Σωκράτη τινὰ ἔἐκεῖ περιφερόμενον φάσκοντά τε ἀεροθατεῖν καὶ ἄλλην πολλὴν φλυαρίαν φλυαροῦντα, ὧν ἐγὼ οὐδὲν οὔτε μέγα οὔτε σμικρὸν πέρι ἐπαΐω. Καὶ οὐχ ὡς ἀτιμάξζων λέγω τὴν τοιαύτην ἐπιστήμην, εἴ τις περὶ τῶν τοιού-τῶν σοφός ἔστιν᾽ μή πως ἐγὼ ὕὑπὸ Μελήτου τοσαύτας δίκας φύγοιμι· ἀλλὰ γὰρ ἐμοὶ τούτων, ὦ ἄνδρες ᾿Αθηναῖοι, οὐδὲν μέτεστιν. Μάρτυρας δὲ αὐτοὺς ὕμῶν τοὺς πολλοὺς παρέχομαι, καὶ ἀξιῶ ὕμᾶς ἀλλήλους διδάσκειν τε καὶ φράξζειν ὅσοι ἐμοῦ πώτιοτε ἀκηκόατε διαλεγομένου᾽ πολλοὶ δὲ ὅμῶν οἷ τοιοῦτοί εἶσιν. Φράζετε οὖν ἀλλήλοις εἰ πιώτιοτε ἢ σμικρὸν ἢ μέγα ἤκουσέ τις ὑμῶν ἔμοῦ περὶ τῶν τοιούτων διαλεγομένου· καὶ ἐκ τούτων γνώσεσθε ὅτι τοιαῦτ᾽ ἐστὶ καὶ τἄλλα περὶ ἐμοῦ ἃ οἵἷ πολλοὶ λέγουσιν.

᾿Αλλὰ γὰρ οὔτε τούτων οὖδέν ἔστιν, οὐδέ γ᾽ εἴ τινος ἀκηκόατε ὡς ἐγὼ παιδεύειν ἐπιχειρῷ ἀνθρώτπιους καὶ χρήματα πράττομαι, οὐδὲ τοῦτο ἀληθές. ᾿Επεὶ καὶ τοῦτό γέ μοι δοκεῖ καλὸν εἶναι, εἴ τις οἷός τ᾽ εἴη παιδεύειν ἀνθρώτίους, ὥσπερ Γοργίας τε ὃ Λεοντῖνος καὶ Πρόδικος ὃ Κεῖος καὶ Ἱτιπίας ὃ ᾿Ηλεῖος. Τούτων γὰρ ἕκαστος, ὦ ἄνδρες, οἷός τ᾽ ἐστίν, ἰὼν εἰς ἑκάστην τῶν πόλεων, τοὺς νέους, οἷς ἔξεστι τῶν ἑαυτῶν πολιτῶν τιροῖκα συνεῖναι ᾧ ἂν βούλωνται, τούτους πείθουσι τὰς ἐκείνων συνουσίας ἀπολιτιόντας σφίσιν συνεῖναι χρήματα διδόντας καὶ χάριν προσειδέναι. ᾿Επεὶ καὶ ἄλλος ἀνήρ ἐστι Πάριος ἐνθάδε σοφὸς ὃν ἐγὼ ἠσθόμην ἐπιδημοῦντα· ἔτυχον γὰρ τπιροσελθὼν ἀνδρὶ ὃς τετέλεκε χρήματα σοφισταῖς πλείω ἢ σύμτιαντες οἷ ἄλλοι, Καλλίᾳ τῷ Ἱππονίκου. Τοῦτον οὖν ἀνηρόμην — ἐστὸν γὰρ αὐτῷ δύο ὑεῖ : « Ὦ Καλλία, ἦν δ᾽ ἐγώ, εἰ μέν σου τὼ δεῖ τιώλω ἣ μόσχω ἐγενέσθην, εἴχομεν ἂν αὐτοῖν ἐπιστάτην λα-


c 7 μή πως Β: μή ποτ' Β2 || c 8 τούτων Β : τῶν τοιούτων Τ || d 1 δὲ αὐτοὺς Β: δ' αὖ Τ || d 6 τούτων Β : τούτου Τ || τῆλλα Β2TW: πολλὰ Β || e 1 Ἐπεὶ καὶ… — προσειδέναι (20 a 2) : eadem prope leguntur in Theage, 128 a || 20 a 6 οὖν ΒΤ: γὰρ W.