Σελίδα:Platon - Œuvres complètes, Les Belles Lettres, tome I.djvu/229

Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
142
ΑΠΟΛΟΓΙΑ ΣΩΚΡΑΤΟΥΣ

ἤδη κατηγορηκότες, ἔτι δὲ καὶ ἐν ταύτῃ τῇ ἡλικίᾳ λέγοντες τιρὸς ὑμᾶς ἐν ἣ ἂν μάλιστα ἐπιστεύσατε, παῖδες ὄντες ἔνιοι ὑμῶν καὶ μειράκια, ἀτεχνῶς ἐρήμην κατηγοροῦντες, ἀπολογουμένου οὐδενός. Ὃ δὲ πάντων ἀλογώτατον. ὅτι οὐδὲ τὰ ὀδνόματα οἷόν τε αὐτῶν εἰδέναι καὶ εἴπεῖν, πλὴν εἴ τις κωμῳδοποιὸς τυγχάνει ὥν. ὍὍσοι δὲ φθόνῳ καὶ διαβολῇ χρώμενοι ὑμᾶς ἀνέπειθον, οἵ δὲ καὶ αὐτοὶ πεπεισμένοι ἄλλους πείθοντες, οὗτοι πάντες ἀπορώτατοί εἶσιν᾽ οὐδὲ γὰρ ἀναβδιδάσασθαι οἷόν τ ἐστὶν αὐτῶν ἐνταυθοῖ οὐδ᾽ ἐλέγξαι οὐδένα, ἀλλ᾽ ἀνάγκη ἀτεχνῶς ὥσπερ σκιαμαχεῖν ἀπολογούμενόν τε καὶ ἐλέγχειν μηδενὸς ἀποκρινομένου. ᾿Αξιώσατε οὖν καὶ ὑὕμεῖς, ὥσπερ ἐγὼ λέγω, διττούς μου τοὺς κατηγόρους γεγονέναι, ἑτέρους μὲν τοὺς ἄρτι κατηγορήσαντας, ἑτέρους δὲ τοὺς πάλαι οὗς ἐγὼ λέγω. Καὶ οἴήθητε δεῖν πρὸς ἐκείνους τπρρῶτόν με ἄπολογήσασθαι : καὶ γὰρ ὑμεῖς ἐκείνων πρότερον ἠκούσατε κατἡγορούντων καὶ πολὺ μᾶλλον ἢ τῶνδε τῶν ὕστερον.

Εἴεν : ἀπολογητέον δή, ὦ ἄνδρες ᾿Αθηναῖοι, καὶ ἐπιχειρητέον ὑμῶν ἐξελέσθαι τὴν διαβολὴν ἣν ὑὕμεῖς ἐν πολλῷ χρόνῳ ἔσχετε, ταύτην ἐν οὕτως ὀλίγῳ χρόνῳ. Βουλοίμην μὲν οὖν ἂν τοῦτο οὕτως γενέσθαι, εἴ τι ἄμεινον καὶ ὕμῖν καὶ ἐμοί, καὶ πλέον τί με ποιῆσαι ἀπολογούμενον᾽ οἶμαι δὲ αὐτὸ χαλεπὸν εἶναι καὶ οὐ πάνυ με λανθάνει οἷόν ἐστιν. ἽὍμως τοῦτο μὲν ἴτω ὅπη τῷ θεῷ φίλον, τῷ δὲ νόμῳ πειστέον καὶ ἀπολογητέον.

᾿Αναλάθωμεν οὖν ἐξ ἀρχῆς τίς ἧ κατηγορία ἐστὶν ἐξ, ἧς ἣ ἐμὴ διαβολὴ γέγονεν, ἣ δὴ καὶ πιστεύων Μέλητός με ἔἐγράψατο τὴν γραφὴν ταύτην. Ἐΐεν' τί δὴ λέγοντες διἔθαλλον οἵ διαβάλλοντες ; ὥσπερ οὖν κατηγόρων τὴν ἀντωμοσίαν δεῖ ἀναγνῶναι αὐτῶν" « Σωκράτης ἀδικεῖ καὶ περιεργάζεται ζητῶν τά τε ὑπὸ γῆς καὶ οὐράνια καὶ τὸν ἥττω λόγον κρείττω ποιῶν, καὶ ἄλλους τὰ αὐτὰ ταῦτα διδάσκων. » Τοιαύτη


c 6 ἔνιοι Τ : ἔνιοι δ’ Β || 19 a 2 ἔσχετε Β : ἔχετε Τ || b 5 οὐράνια Β: τὰ ἐπουράνια Τ || c 1 τὰ αὐτὰ ταῦτα Β : ταῦτα Τ τὰ αὐτΑ W.