ΔΛΑΙΠΉΛΔΗΣ 88
μανθάνειν ὅσα μαθήσεως ἔχεται, μέλλοντα τοσοῦτον ἀγῶνα ἀγωνίζεσθαι. μήτ᾽ ἀσκεῖν ὅσα δεῖται ἀσκήσεως καὶ πᾶσαν τιαρασκευὴν παρεσκευασμένον οὕτως ἰέναι ἐπὶ τὰ τῆς τιόλεως.
ΑΛ. ᾿Αλλ᾽, ὦ Σώκρατες, δοκεῖς μέν μοι ἀληθῆ λέγειν, οἶμαι μέντοι τούς τε Λακεδαιμονίων στρατηγοὺς καὶ τὸν Περσῶν βασιλέα οὐδὲν διαφέρειν τῶν ἄλλων.
ΣΩ. ᾿Αλλ᾽, ὦ ἄριστε, τὴν οἴησιν ταύτην σκόπει οἵαν ἔχεις.
ΑΛ. Τοῦ πέρι:
ΣΩ. Πρῶτον μὲν ποτέρως ἂν οἴει σαυτοῦ μᾶλλον ἐπι- μεληθῆναι φοβούμενός τε καὶ οἷόμενος δεινοὺς αὐτοὺς εἶναι, ἢ μή;
ΑΛ. Δῆλον ὅτι εἰ δεινοὺς οἰοίμην.
ΣΩ. Μῶν οὖν οἴει τι βλαθήσεσθαι ἐπιμεληθεὶς σαυτοῦ ;
ΑΛ. Οὐδαμῶς. ἀλλὰ καὶ μεγάλα ὀνήσεσθαι.
ΣΩ. Οὐκοῦν ἕν μὲν τοῦτο τοσοῦτον κακὸν ἔχει ἧ οἴησις αὕτη.
ΑΛ. ᾿Αληθῆ λέγεις.
ΣΩ. Τὸ δεύτερον τοίνυν ὅτι καὶ ψευδής ἐστιν͵ ἐκ τῶν εἰκότων σκέψαι.
ΑΛ. Πῶςδη:
ΣΩ. Πότερον εἰκὸς ἀμείνους γίγνεσθαι ᾿φύσεις ἐν γεν- ναίοις γένεσιν ἢ μή;
ΑΛ. Δῆλον ὅτι ἐν τοῖς γενναίοις.
ΣΩ. Οὐκοῦν τοὺς εὖ φύντας, ἐὰν καὶ εὖ τραφῶσιν, οὕτω τελέους γίγνεσθαι τιρὸς ἀρετήν :
ΑΛ. ᾿Ανάγκη.
ΣΩ. Σκεψώμεθα δῆ, τοῖς ἐκείνων τὰ ἡμέτερα ἀντιτι- θέντες. πρῶτον μὲν εἰ δοκοῦσι φαυλοτέρων γενῶν εἶναι οἵ Λακεδαιμονίων καὶ Περσῶν βασιλῆς" ἢ οὖκ ἴσμεν ὡς οἱ μὲν
Τεϑίϊηγ. τ 110 εἰ 12 [Πύτερον εἰχὸς... --- δηῦλον ὄντα (1 Β 1) τες 510}. ΓΙογιϊ. ΤἩΛΆΧΥ!, Δ.
Ο 3 παρεσυξυχσιλένον 1}: παοχτετυχτάμενον Τ {ὁ 5 τὸν Τ: τῶν . �