Σελίδα:Platon - Œuvres complètes, Les Belles Lettres, tome I.djvu/139

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ΛΔΛΙΙΒΙΛΔΗΣ δῆ

ὃ λόγος σου κατηγορεῖ καὶ σὺ σαυτοῦ. διὸ καὶ ἄττεις ἄρα τιρὸς τὰ πολιτικὰ πρὶν παιδευθῆναι. Γ]έπονθας δὲ τοῦτο οὐ σὺ μόνος, ἀλλὰ καὶ οἵ πολλοὶ τῶν πιραττόντων τὰ τῆσδε τῆς πόλεως, πλὴν ὀλίγων γε καὶ ἴσως τοῦ σοῦ ἐπιτρόπου [Περι- κλέους. ᾿

ΑΛ. Λέγεταί γέ τοι, ὦ Σώκρατες, οὐκ ἀπὸ ταὐτομάτου σοφὸς γεγονέναι, ἀλλὰ πολλοῖς καὶ σοφοῖς συγγεγονέναι, καὶ Γιυθοκλείδη καὶ ᾿Αναξαγόρα᾽ καὶ νῦν ἔτι τηλικοῦτος ὧν Δάμωνι σύνεστιν αὐτοῦ τούτου ἕνεκα.

ΣΩ. Τί οὖν ; ἤδη τιν᾽ εἶδες σοφὸν δτιοῦν ἀδυνατοῦντα ποιῆσαι ἄλλον σοφὸν ἅπερ αὐτός : ὥσπερ ὅς σε ἐδίδαξεν γράμματα, αὐτός τ᾽ ἦν σοφὸς καὶ σὲ ἐποίησε τῶν τε ἄλλων ὅντιν᾽ ἐθούλετο᾽ ἦ γάρ ;

ΑΛ. Ναί.

ΣΩ. Οὐκοῦν καὶ σὺ ὃ παρ᾽ ἐκείνου μαθὼν ἄλλον οἷός τ᾽ ἔσῃ ;

ΑΛ. Ναί.

ΣΩ. Καὶ ὃ κιθαριστὴς δὲ καὶ ὃ παιδοτρίβης ὡσαύτως ;

ΑΛ. Πάνυ γε.

ΣΩ. Καλὸν γὰρ δήπου τεκμήριον τοῦτο τῶν ἐπισταμένων δτιοῦν ὅτι ἐπίστανται, ἐπειδὰν καὶ ἄλλον οἷοί τ᾽ ὦσιν ἀπο- δεῖξαι ἐπιστάμενον.

ΑΛ. Ἔμοιγε δοκεῖ.

ΣΩ. Τί οὖν ; ἔχεις εἰπεῖν Περικλῆς τίνα ἐποίησεν σο- φόν, ἀπὸ τῶν δέων ἀρξάμενος ;

ΑΛ. Τί δ᾽ εἰ τὼ Περικλέους ὑεῖ ἠλιθίω ἐγενέσθην, ὦ Σώκρατες ;

ΣΩ. ᾿Αλλὰ Κλεινίαν τὸν σὸν ἀδελφόν.

ΑΛ. Τι δ᾽ ἂν αὖ Κλεινίαν λέγοις, μαινόμενον ἄνθρωπον :

ΣΩ. ᾿Επειδὴ τοίνυν Κλεινίας μὲν μαίνεται, τὼ δὲ [Πε- ρικλέους ὑεῖ ἠλιθίω ἐγενέσθην, σοὶ τίνα αἰτίαν ἀναθῶμεν δι’ ὅ τί σε οὕτως ἔχοντα περιορᾷ :

0 7 ἤδη Τ δή; (σαπὶ τί οὖν οοηὐυποίυτα) Β. �