Σελίδα:Platon - Œuvres complètes, Les Belles Lettres, tome I.djvu/137

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ΔΑΛΙΝΙΒΙΆΔΗΣ 8ή

ΑΛ. Ναί.

ΣΩ. Ὅταν δέ γέ πού τινες μὴ οἴωνται εἰδέναι, ἄλλοις τιαραδιδόασι ;

ΑΛ. Πῶὸς δ᾽ οὔ:

ΣΩ. Οὐκοῦν οἱ τοιοῦτοι τῶν μὴ εἰδότων ἀναμάρτητοι ζῶσιν διὰ τὸ ἄλλοις περὶ αὐτῶν ἐπιτρέτιειν :

ΑΛ. Ναί.

ΣΩ. Τίνες οὖν οἵ ἁμαρτάνοντες ; οὐ γάρ που οἵ γε εἰδότες.

ΑΛ. Οὐ δῆτα.

ΣΩ. ᾿Επειδὴ δ᾽ οὔθ᾽ οἱ εἰδότες οὔθ᾽ οἵ τῶν μὴ εἰδότων εἰδότες ὅτι οὐκ ἴσασιν. ἢ ἄλλοι λείπονται ἢ οἱ μὴ εἰδότες, οἰόμενοι δ᾽ εἰδέναι :;

ΑΛ. Οὔκ, ἀλλ᾽ οὗτοι.

ΣΩ. Αὕτη ἄρα ἡ ἄγνοια τῶν κακῶν αἰτία καὶ ἡ ἐπονεί- διστος ἀμαθία;

ΑΛ. Ναί.

ΣΩ. Οὐκοῦν ὅταν ἧ περὶ τὰ μέγιστα. τότε κακουργοτάτη καὶ αἰσχίστη ;

ΑΛ. Πολύ γε.

ΣΩ. Τί οὖν ; ἔχεις μείζω εἰτιεῖν δικαίων τε καὶ καλῶν καὶ ἀγαθῶν καὶ συμφερόντων ;

ΑΛ. Οὐ δῆτα.

ΣΏ. Οὐκοῦν περὶ ταῦτα σὺ φὴς πλανᾶσθαι ;

ΑΛ. Ναί.

ΣΩ. Εἰ δὲ πλανᾷ, ἄρ᾽ οὐ δῆλον ἐκ τῶν ἔμτιροσβδεν ὅτι οὐ μόνον ἀγνοεῖς τὰ μέγιστα. ἀλλὰ καὶ οὐκ εἰδὼς οἴει αὐτὰ εἰδέναι ;

ΑΛ. Κινδυνεύω.

ΣΩ. Βαβαῖ ἄρα, ὦ ᾿Αλκιβιάδη, οἷον τιάθος τιέπονθας" ὃ ἐγὼ ὀνομάζειν μὲν ὀκνῶ, ὅμως δέ, ἐπειδὴ μόνω ἐσμέν, ῥητέον: ἀμαθίᾳ γὰρ συνοικεῖς. ὦ βέλτιστε, τῇ ἐσχάτη, ὡς

οι δίγετι: λέγε Β {{|118 Ὁ τ οἵε: Τὶ : οαι. Β [|ΠὉ 1 οἷον Τ : ποῖον Βὶ Π Βὺ πγάτη Βὶ : αἰσμίπτη Τ.΄

δ"

118 �