Σελίδα:Platon - Œuvres complètes, Les Belles Lettres, tome I.djvu/133

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ΛΛΕΙΒΙΛΔΗΣ 81

ΑΛ. Ναί.

ΣΩ. Τὰ δίκαια ἄρα. ὦ ᾿Αλκιβιάδη, συμφέροντά ἐστιν.

ΑΛ. Ἔοικεν.

ΣΩ. Τί οὖν: ταῦτα οὐ σὺ ὃ λέγων, ἐγὼ δὲ ὃ ἐρωτῶν ;

ΑΛ. Φαίνομαι, ὡς ἔοικα.

ΣΩ. Εἰ οὖν τις ἀνίσταται συμβουλεύσων εἴτε ᾿Αθηναίοις εἴτε Πεπαρηθίοις, οἱόμενος γιγνώσκειν τὰ δίκαια καὶ τὰ ἄδικα, φήσει δ᾽ εἶναι τὰ δίκαια κακὰ ἐνίοτε, ἄλλο τι ἢ κατα- γελῴης ἂν αὐτοῦ, ἐπειδήπερ τυγχάνεις καὶ σὺ λέγων ὅτι ταῦτά ἐστι δίκαιά τε καὶ συμφέροντα ;

ΑΛ. ᾿Αλλὰ μὰ τοὺς θεούς, ὦ Σώκρατες, οὐκ οἵδ᾽ ἔγωγε οὐδ᾽ ὅ τι λέγω, ἀλλ᾽ ἀτεχνῶς ἔοικα ἀτόπως ἔχοντι" τοτὲ μὲν γάρ μοι ἕτερα δοκεῖ σοῦ ἐρωτῶντος, τοτὲ δ᾽ ἄλλα.

ΣΩ. Εἴτα τοῦτο, ὦ φίλε, ἀγνοεῖς τὸ πάθημα τί ἐστιν: ἔ

ΑΛ. Πάνυ γε.

ΣΩ. Οἴει ἂν οὖν, εἴ τις ἐρωτῴη σε δύο ὄφθαλμοὺς ἢ τρεῖς ἔχεις καὶ δύο χεῖρας ἢ τέτταρας ἢ ἄλλο τι τῶν τοιού- τῶν, τοτὲ μὲν ἕτερα ἂν ἀποκρίνασθαι, τοτὲ δ᾽ ἄλλα, ἢ ἀεὶ τὰ αὐτά;

ΑΛ. Δέδοικα μὲν ἔγωγε ἤδη περὶ ἐμαυτοῦ, οἶμαι μέντοι τὰ αὐτά.

ΣΩ. Οὐκοῦν ὅτι οἶσθα ; τοῦτ᾽ αἴτιον :

ΑΛ. Οἷμαι ἔγωγε.

ΣΩ. Περὶ ὧν ἄρα ἄκων τἀναντία ἀποκρίνῃ, δῆλον ὅτι τιερὶ τούτων οὐκ οἶσθα.

ΑΛ. Εἶκός γε.

ΣΩ. Οὐκοῦν καὶ περὶ τῶν δικαίων καὶ ἀδίκων καὶ καλῶν καὶ αἰσχρῶν καὶ κακῶν καὶ ἀγαθῶν καὶ συμφερόντων καὶ μὴ ἀποκρινόμενος φὴς πλανᾶσθαι ; εἶτα οὐ δῆλον ὅτι διὰ τὸ μὴ εἰδέναι περὶ αὐτῶν, διὰ ταῦτα πλαν ;

ΑΛ. Ἔμοιγε.

ἃ ο εἴ»α: Β : εἰδένα: Τ [117 ἃ 3 οἶσθχ ΒΞι : οἵστήας ΒΤ.

111 �