ΛΛΕΚΙΒΙΛΔΗΣ 19
ΑΛ. Ναί.
ΣΩ. Ἄρα λέγεις τὰ τοιάδε. οἷον πολλοὶ ἐν πολέμῳ βοη- θήσαντες ἑταίρῳ ἣ οἰκείῳ τραύματα ἔλαθον καὶ ἀπέθανον, οἱ δ᾽ οὐ βοηθήσαντες, δέον, ὑγιεῖς ἀπῆλθον ;
ΑΛ. Πώνυ μὲν οὖν.
ΣΩ. Οὐκοῦν τὴν τοιαύτην βοήθειαν καλὴν μὲν λέγεις κατὰ τὴν ἐπιχείρησιν τοῦ σῶσαι οὗς ἔδει" τοῦτο δ᾽ ἐστὶν ἀνδρεία" ἣ οὔ;
ΑΛ. Ναί.
ΣΩ. Κακὴν δέ γε κατὰ τοὺς θανάτους τε καὶ τὰ ἕλκη" ἦ γάρ; ἃ
ΑΛ. Ναί.
ΣΩ. “Αρ᾽ οὖν οὐκ ἄλλο μὲν ἡ ἀνδρεία, ἄλλο δὲ ὃ θάνα- τος;
ΑΛ. Πάνυ γε.
ΣΩ. Οὐκ ἄρα κατὰ ταὐτόν γ᾽ ἐστὶ καλὸν καὶ κακὸν τὸ τοῖς φίλοις βοηθεῖν ;
ΑΛ. Οὐ φαίνεται.
ΣΩ. Ὅρα τοίνυν εἶ, ἧ γε καλόν, καὶ ἀγαθόν, ὥσπερ καὶ ἔνταθθα: κατὰ τὴν ἀνδρείαν γὰρ ὡμολόγεις καλὸν εἶναι τὴν βοήθειαν: τοῦτ᾽ οὖν αὐτὸ σκόπει, τὴν ἀνδρείαν, ἀγαθὸν ἢ κακόν ; ὧδε δὲ σκόπει" σὺ πότερ᾽ ἂν δέξαιό σοι εἶναι, ἀγαθὰ ἢ κακά:
ΑΛ. ᾿Αγαθά.
ΣΩ. Οὐκοῦν τὰ μέγιστα μάλιστα.
« ΑΛ. Ναί. Σ-
ΣΩ. Καὶ ἥκιστα τῶν τοιούτων δέξαι᾽ ἂν στέρεσθαι ;
ἈΛ. Πῶς γὰρ οὔ;
ΣΩ. Πῶς οὖν λέγεις περὶ ἀνδρείας ; ἐπὶ πόσῳ ἂν αὐτοῦ δέξαιο στέρεσθαι:
Ὁ ξταίρῳ Τ ἑτέρῳ Β Ὁ τὸ τὰ ἰδ : οπι, ΤΊ οι οὖν Τ : οἰκῖβ. ὮΙ] ς 1 κατὰ ταὐτόν Τ: χατ᾽ αὐτόν [5 Ἴ Ὁ τὸ σὺ πότερ᾽ ἂν Τ : ποτέραν Β || ἃ 2. Ναὶ κ((. Πόῦγοο, �