Σελίδα:Platon - Œuvres complètes, Les Belles Lettres, tome I.djvu/125

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ΑΛΑΠΉΛΔΗΣ -3

ΣΩ. Νῦν γοῦν ὕφ᾽ ὕδρεως μέλλω σε πείθειν τἀναντία οἷς σὺ ἐμὲ οὐκ ἐθέλεις.

ΑΛ. Λέγε δή.

ΣΩ. ᾿Αποκρίνου μόνον τὰ ἐρωτώμενα.

ΑΛ. Μή. ἀλλὰ σὺ αὐτὸς λέγε.

ΣΩ. Τι δ᾽: οὐχ ὅ τι μάλιστα βούλει πεισθῆναι:

ΑΛ. Πάντως δήπου.

ΣΩ. Οὐκοῦν εἰ λέγεις ὅτι ταῦθ᾽ οὕτως ἔχει. μάλιστ᾽ ἂν εἴης πεπεισμένος :

ΑΛ. ἜἜμοιγε δοκεῖ.

ΣΩ. ᾿Αποκρίνου δή᾽ καὶ ἐὰν μὴ αὐτὸς σὺ σαυτοῦ ἀκούσης ὅτι τὰ δίκαια συμφέροντ᾽ ἐστίν, ἄλλῳ γε λέγοντι μὴ πι- στεύσης.

ΑΛ. Οὔτοι. ἀλλ᾽ ἀποκριτέον" καὶ γὰρ οὐδὲν οἴομαι βλα- θήσεσθαι.

ΣΩ. Μαντικὸς γὰρ εἴ: καί μοι λέγε τῶν δικαίων φὴς ἔνια μὲν συμφέρειν, ἔνια δ᾽ οὔ:

ΑΛ. Ναί.

ΣΩ. Τί δέ; τὰ μὲν καλὰ αὐτῶν εἶναι͵ τὰ δ᾽ οὔ:

ΑΛ. Πῶς τοῦτο ἐρωτᾶς ;

ΣΩ. Εἴ τις ἤδη σοι ἔδοξεν αἰσχρὰ μέν. δίκαια δὲ πράτ- τειν:

ΑΛ. Οὐκ ἔμοιγε.

ΣΩ. ᾿Αλλὰ πάντα τὰ δίκαια καὶ καλά ;

ΑΛ. Ναί.

ΣΩ. Τί δ᾽ αὖ τὰ καλά; πότερον πάντα ἀγαθά, ἢ τὰ μέν. τὰ δ᾽ οὔ:

ΑΛ. Οἶμαι ἔγωγε, ὦ Σώκρατες. ἔνια τῶν καλῶν κακὰ εἶναι.

ΣΩ. Ἢ καὶ αἰσχρὰ ἀγαθά ;

Τοβίϊπι. : τιῇ α 7 ᾽᾿Αποχρίνου δὴ... τς ξοιχεῦ (ττὸ ἀ 4) ξξξ 810}.ν ΕΙον.. ὔ1Δ, 70.

Θ 7 ταυτοῦ Τι οπι. Β || 115 ἃ ἡ τί δέ; Τ . οἱ. Β [[4 ὃ ἤδη Τα δὴ 8.0 χαὶ Τ : οὐ, 1||ἃ τι ἡ Τ: οπι. Ὁ �