ΛΑΛΕΚΙΒΙΆΔΗΣ 77
οὐκέτ᾽ ἂν ἡδέως τοῦ αὐτοῦ γεύσαιο λόγου, τοῦτον μὲν ἐῶ χαίρειν εἴτ᾽ οἶσθα εἴτε μὴ τὰ ᾿Αθηναίοις συμφέροντα- πότε- ρον δὲ ταὐτά ἐστι δίκαιά τε καὶ συμφέροντ᾽ ἢ ἕτερα, τί οὐκ ἀπέδειξας, εἰ μὲν βούλει, ἐρωτῶν με ὥσπερ ἐγὼ σέ, εἰ δέ, καὶ αὐτὸς ἐπὶ σεαυτοῦ λόγῳ διέξελθε.
ΑΛ, ᾿Αλλ᾽ οὐκ οἶδα εἰ οἷός τ᾽ ἂν εἴην, ὦ Σώκρατες, τιρὸς σὲ διελθεῖν.
ΣΩ. ᾿Αλλ᾽, ὠγαθέ, ἐμὲ ἐκκλησίαν νόμισον καὶ δῆμον" καὶ ἐκεῖ τοί σε δεήσει ἕνα ἕκαστον πείθειν" ἦ γάρ:
ΑΛ. Ναί.
ΣΩ. Οὐκοῦν τοῦ αὐτοῦ ἕνα τε οἷόν τε εἶναι κατὰ μόνας πείθειν καὶ συμπόλλους περὶ ὧν ἂν εἰδῇ, ὥσπερ ὃ γραμμα- τιστὴς ἕνα τέ που πείθει περὶ γραμμάτων καὶ πολλούς :
ΑΛ. Ναί.
ΣΩ. ΓΑρ᾽ οὖν οὐ καὶ περὶ ἀριθμοῦ ὃ αὐτὸς ἕνα τε καὶ πολλοὺς πείσει ;
ΑΛ. Ναί.
ΣΩ. Οὗτος δ᾽ ἔσται ὃ εἰδώς. ὁ ἀριθμητικός ;
ΑΛ. Πάνυ γε.
ΣΩ. Οὐκοῦν σὺ ἅπερ καὶ πολλοὺς οἷός τε πείθειν εἴ, ταῦτα καὶ ἕνα:
ΑΛ. Εἰκός γε.
ΣΩ. Ἔστι δὲ ταῦτα δῆλον ὅτι ἃ οἶσθα.
ΑΛ. Ναί.
ΣΩ. "Αλλο τι οὖν τοσοῦτον μόνον διαφέρει τοῦ ἐν τῷ δήμῳ ῥήτορος ὃ ἐν τῇ τοιᾶδε συνουσίᾳ. ὅτι ὃ μὲν ἁθρόους πείθει τὰ αὐτά, ὃ δὲ καθ᾽ ἕνα:
ΑΛ. Κινδυνεύει.
ΣΩ. Ἴθι νυν, ἐπειδὴ τοῦ αὐτοῦ φαίνεται πολλούς τε καὶ ἕνα πείθειν, ἐν ἐμοὶ ἐμμελέτησον καὶ ἐπιχείρησον ἐπιδεῖξαι ὡς τὸ δίκαιον ἐνίοτε οὐ συμφέρει.
ΑΛ. Ὑθριστὴς εἶ, ὦ Σώκρατες.
114 τὸ σὺ Β : χαὶ σὺ Τ [ὁ τϑ διαφέρει Τ' : διαφέρειν Β |} ἃ ὃ ἐμικελέ- τησον Τ : ἕν μελέτγσον Β. �