ΛΔΛΑΙΝΙΒΙΛΔΗΣ 19
ΣΩ. Ναί.
ΑΛ. Πῶς δή;
ΣΩ. “Ὧδε εἴση" ἐάν σε ἔρωμαι τὸ ἕν καὶ τὰ δύο πότερα πιλείω ἐστίν, φήσεις ὅτι τὰ δύο;
ΑΛ. Ἔγωγε.
ΣΩ. Πόσῳ;
ΑΛ. Ἕνί.
ΣΩ. Πότερος οὖν ἡμῶν ὃ λέγων ὅτι τὰ δύο τοῦ ἑνὸς ἑνὶ τιλείω :
ΑΛ. Ἐγώ.
ΣΩ. Οὐκοῦν ἐγὼ μὲν ἠρώτων, σὺ δ᾽ ἀπεκρίνου ;
ΑΛ. Ναί.
ΣΩ. Περὶ δὴ τούτων μῶν ἐγὼ φαίνομαι λέγων ὃ ἐρωτῶν ἢ σὺ ὃ ἀποκρινόμενος :
ΑΛ. Ἐγώ.
ΣΩ. Τί δ᾽ ἂν ἐγὼ μὲν ἔρωμαι ποῖα γράμματα Σωκράτους, σὺ δ᾽ εἴπης, πότερος ὃ λέγων :;
ΑΛ. Ἐγώ.
ΣΩ. θι δή. ἑνὶ λόγῳ εἰπέ: ὅταν ἐρώτησίς τε καὶ ἀπό- κρισις γίγνηται, πότερος ὃ λέγων, ὃ ἐρωτῶν ἢ ὃ ἀποκρινό- μενος:
ΑΛ. Ὁ ἀποκρινόμενος, ἔμοιγε δοκεῖ, ὦ Σώκρατες.
ΣΩ. Οὐκοῦν ἄρτι διὰ παντὸς τοῦ λόγου ἐγὼ μὲν ἢ ὃ ἐρωτῶν ;
ΑΛ. Ναί.
ΣΩ. Σὺ δ᾽ ὃ ἀποκρινόμενος ;
ΑΛ. Πάνυ γε.
ΣΩ. Τί οὖν; τὰ λεχθέντα πότερος ἡμῶν εἴρηκεν :
ΑΛ. Φαίνομαι μέν, ὦ Σώκρατες, ἐκ τῶν ὡμολογημένων ἐγώ.
ΣΩ. Οὐκοῦν ἐλέχθη περὶ δικαίων καὶ ἀδίκων ὅτι ᾿Αλκι-
113 ἃ ἡ ἔοωμαι ποῖα ΟἸνπιριοάυγωκ : ἐρῶ καὶ ποῖα ΒΤ [8 ε τοῦ λόγου Β : οαι. Τ.
113 �