Σελίδα:Platon - Œuvres complètes, Les Belles Lettres, tome I.djvu/117

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ΛΔΑΝΙΒΙΆΔΗΣ

“Ἰ ἀπὸ

ΑΛ. Πάντως δήτιου, ὦ Σώκρατες.

ΣΩ. Οὐκοῦν ταῦτα ποιήματά ἐστι περὶ διαφορᾶς δικαίων τε καὶ ἀδίκων :

ΑΛ. Ναί.

ΣΩ. Καὶ αἵ μάχαι γε καὶ οἵ θάνατοι διὰ ταύτην τὴν διαφορὰν τοῖς τε ᾿Αχαιοῖς καὶ τοῖς ἄλλοις Τρωσὶν ἐγένοντο, καὶ τοῖς μνηστῆρσι τοῖς τῆς Πηνελόπης καὶ τῷ ᾽᾿Οδυσσεῖ.

ΑΛ. ᾿Αληθῆ λέγεις.

ΣΩ. Οἷμαι δέ, καὶ τοῖς ἐν Τανάγρᾳ ᾿Αθηναίων τε καὶ Λακεδαιμονίων καὶ Βοιωτῶν ἀποθανοῦσι καὶ τοῖς ὕστερον ἐν Κορωνεία. ἐν οἷς καὶ ὃ σὸς πατὴρ Κλεινίας ἐτελεύτησεν. οὐδὲ περὶ ἑνὸς ἄλλου ἧ διαφορὰ ἢ περὶ τοῦ δικαίου καὶ ἀδίκου τοὺς θανάτους καὶ τὰς μάχας τιεποίηκεν᾽ ἦ γάρ ;

ΑΛ. ᾿Αληθῆ λέγεις. [

ΣΩ. Τούτους οὖν φῶμεν ἐπίστασθαι περὶ ὧν οὕτως σφόδρα διαφέρονται ὥστε ἀμφισβητοῦντες ἀλλήλοις τὰ ἔσχατα σφᾶς αὐτοὺς ἐργάζονται ;

ΑΛ. Οὐ φαίνεταί γε.

ΣΩ. Οὐκοῦν εἷς τοὺς τοιούτους διδασκάλους ἀναφέρεις οὗς ὁμολογεῖς αὐτὸς μὴ εἰδέναι ;

ΑΛ. Ἔοικα.

ΣΩ. Πᾶς οὖν εἰκός σε εἰδέναι τὰ δίκαια Καὶ τὰ ἄδικα, περὶ ὧν οὕτω τιλανᾷ καὶ οὔτε μαθὼν φαίνῃ τπιαρ᾽ οὐδενὸς οὔτ᾽ αὐτὸς ἐξευρών :

ΑΛ. Ἐκ μὲν ὧν σὺ λέγεις οὖκ εἶκός.

ΣΩ. ὋὉρᾶς αὖ τοῦθ᾽ ὡς οὐ καλῶς εἶπες, ὦ ᾿Αλκιβιάδη ;

ΑΛ: Τὸ ποῖον :

ΣΩ. Ὅτι ἐμὲ φὴς ταῦτα λέγειν.

ΑΛ. Τί δέ; οὐ σὺ λέγεις ὡς ἐγὼ οὐδὲν ἐπίσταμαι περὶ τῶν δικαίων καὶ ἀδίκων :

ΣΩ. Οὐ μέντοι.

ΑΛ. ᾿Αλλ᾽ ἐγώ;

ο Ὁ ἢ διαφορὰ... πεποίηκεν Βὶ : τὴν διχφύρᾶν... πεποιηκέναι ΤΊ 6 1 οὐδὲν ἐπίπταα: όπ. τϑ8ή. : συνετέσταα! ΠΤ. �