ΛΛΑΚΙΊΒΙΛΔΙΣ Ὶ3 ΣΩ. Οὐκοῦν εἰ μὲν βουλοίμεθα ποιῆσαί τινα περὶ αὐτῶν
εἰδέναι, ὀρθῶς ἂν αὐτὸν πέμποιμεν εἷς διδασκαλίαν τούτων τῶν πολλῶν :
ΑΛ. Πάνυ γε.
ΣΩ. Τί δ᾽ ; εἰ βουληθεῖμεν εἰδέναι μὴ μόνον ποῖοι ἄνθρωποί εἶσιν ἢ ποῖοι ἵπποι, ἀλλὰ καὶ τίνες αὐτῶν δρομικοί τε καὶ μή, ἄρ᾽ ἔτι οἵ πολλοὶ τοῦτο ἱκανοὶ διδάξαι :
ΑΛ. Οὐ δῆτα.
ΣΩ. Ἱκανὸν δέ σοι τεκμήριον ὅτι οὐκ ἐπίστανται οὐδὲ κρήγνοι διδάσκαλοί εἶσιν τούτων, ἐπειδὴ οὐδὲν ὁμολογοῦσιν ἑαυτοῖς περὶ αὐτῶν :
ΑΛ. Ἔμοιγε.
ΣΩ. Τιδ;; εἰ βουληθεῖμεν εἰδέναι μὴ μόνον ποῖοι ἄνθρωποί εἶσιν, ἀλλ᾽ δποῖοι ὑγιεινοὶ ἢ νοσώδεις, ἄρ᾽ ἱκανοὶ ἂν ἡμῖν ἦσαν διδάσκαλοι οἱ πολλοί:
ΑΛ. Οὐ δῆτα.
ΣΩ. Ἢν δ᾽ ἄν σοι τεκμήριον ὅτι μοχθηροί εἶσι τούτων διδάσκαλοι, εἰ ἑῶρας αὐτοὺς διαφερομένους :;
ΑΛ. ἜἜμοιγε.
ΣΩ. Τί δὲ δὴ νῦν ; περὶ τῶν δικαίων καὶ ἀδίκων ἀνθρώτιων καὶ πραγμάτων οἱ πολλοὶ δοκοῦσί σοι ὁμολογεῖν αὐτοὶ ἑαυτοῖς ἢ ἀλλήλοις :
ΑΛ. ἭΚκιστα νὴ Δί᾽, ὦ Σώκρατες.
ΣΩ. Τί δέ ; μάλιστα περὶ αὐτῶν διαφέρεσθαι :
ΑΛ. Πολύ γε.
ΣΩ,. Οὔκουν οἴομαί γε πώποτέ σε ἰδεῖν οὐδ᾽ ἀκοῦσαι σφόδρα οὕτω διαφερομένους ἀνθρώπους περὶ ὑγιεινῶν καὶ μῆ. ὥστε διὰ ταῦτα μάχεσθαι τε καὶ ἀποκτεινύναι ἀλλήλους.
ΑΛ. Οὐ δῆτα.
ΣΩ. ᾿Αλλὰ περὶ τῶν δικαίων καὶ ἀδίκων ἔγωγ᾽ οἶδ᾽ ὅτι, καὶ εἰ μὴ ἑώρακας, ἀκῆκοας γοῦν ἄλλων τε πολλῶν καὶ ὋὉμήρον᾽ καὶ ᾽᾿Οδυσσείας γὰρ καὶ ᾿Ιλιάδος ἀκήκοας.
112 ἃ 3 ἀλλήλοις γοοίυκ : ἄλλοις ΒΤ,
112 �