ΔΛΚΠΉΛΔΗΣ -
ΣΩ. ᾿Αλλ᾽, ὦ γενναῖε. τούτου μὲν ἀγαθοὶ διδάσκαλοι οἱ πολλοὶ καὶ δικαίως ἐπαινοῖντ᾽ ἂν εἰς διδασκαλίαν.
ΑΛ. Τί δή:
ΣΩ. Ὅτι ἔχουσι περὶ αὐτὰ ἃ χρὴ τοὺς ἀγαθοὺς διδασκά- λους ἔχειν.
ΑΛ. Τί τοῦτο λέγεις :
ΣΩ. Οὐκ οἶσθ᾽ ὅτι χρὴ τοὺς μέλλοντας διδάσκειν ὁτιοῦν αὐτοὺς πρῶτον εἰδέναι : ἢ οὔ :
ΑΛ. Πῶς γὰρ οὔ;
ΣΏΩ. Οὐκοῦν τοὺς εἰδότας ἐβογειν τε ἀλλήλοις καὶ μὴ διαφέρεσθαι ;
ΑΛ. Ναί.
ΣΩ. Ἔν οἷς δ᾽ ἂν διαφέρωνται. ταῦτα φήσεις εἰδέναι αὐτούς ;
ΑΛ. Οὐ δῆτα.
ΣΩ. Τούτων οὖν διδάσκαλοι πῶς ἂν εἶεν :
ΑΛ. Οὐδαμῶς.
ΣΩ. Τι οὖν ; δοκοῦσί σοι διαφέρεσθαι οἷ πολλοὶ ποῖόν ἐστι λίθος ἢ ξύλον ; κἄν τινα ἐρωτᾶς. ἄρ᾽ οὐ τὰ αὐτὰ ὅμο- λογοῦσιν καὶ ἐπὶ ταὐτὰ ὁρμῶσιν ὅταν βούλωνται λαβεῖν λίθον ἢ ξύλον ; ὡσαύτως καὶ τιάνθ᾽ ὅσα τοιαῦτα᾽ σχεδὸν γάρ τι μανθάνω τὸ ἑλληνίζειν ἐπίστασθαι ὅτι τοῦτο λέγεις" ἢ οὔ ;
ΑΛ. Ναί.
ΣΩ. Οὐκοῦν εἷς μὲν ταῦθ᾽, ὥσπερ εἴπομεν. ἀλλήλοις τε δμολογοῦσι καὶ αὐτοὶ ἑαυτοῖς ἰδία, καὶ δημοσίᾳ αἷ πόλεις τιρὸς ἀλλήλας οὐκ ἀμφισβητοῦσιν αἷ μὲν ταῦθ᾽, αἷ δ᾽ ἄλλα φάσκουσαι ;
ΑΛ. Οὐ γάρ.
ΣΩ. Εἰκότως ἂν ἄρα τούτων γε καὶ διδάσκαλοι εἶεν ἀγαθοί.
ΑΛ. Ναί.
ἃ ᾧ ἐπα νοῖντ᾽ ἂν αὐτῶν εἰς διδασχαλίαν [}} αὐτῶ» 4]. δια") αν : ἐπαινοῖτ᾽ ἂν αὐτῶν ἢ, διδασλαλία του {Ὁ τι οὐ Ἐ : οὗν 15 10 7 ἄλλα φασλουσα! Το: ἀλλα! Ὀχόχουσιν 1}. �