ΛΔΑΙΙΒΙΆΔΗΣ 70
ΣΩ. Ἔγωγε, εἰ οἰηθείης γε μὴ εἰδέναι.
ΑΛ. Εἶτα οὐκ ἦν ὅτ᾽ εἶχον οὕτω ;
ΣΩ. Καλῶς λέγεις" ἔχεις οὖν εἰπεῖν τοῦτον τὸν χρόνον, ὅτε οὐκ ῷᾧου εἰδέναι τὰ δίκαια καὶ τὰ ἄδικα : φέρε, πέρυσιν ἐζήτεις τε καὶ οὐκ ᾧου εἰδέναι ; ἢ ᾧου ; καὶ τἀληθῆ ἀπο- κρίνου. ἵνα μὴ μάτην οἷ διάλογοι γίγνωνται.
ΑΛ. ᾿Αλλ᾽ ᾧμην εἰδέναι.
ΣΩ. Τρίτον δ᾽ ἔτος καὶ τέταρτον καὶ τιέμτιτον οὐχ οὕτως :
ΑΛ. Ἔγωγε.
ΣΩ. ᾿Αλλὰ μὴν τό γε τιρὸ τοῦ παῖς ἦσθα. ἦ γάρ:
ΑΛ. Ναί.
ΣΩ. Τότε μὲν τοίνυν εὖ οἷδα ὅτι ῴου εἰδέναι.
ΑΛ. Πῶς εὖ οἶσθα:
ΣΩ. [Πολλάκις σοῦ ἐν διδασκάλων ἤκουον παιδὸς ὄντος καὶ ἄλλοθι, καὶ ὁτιότε ἀστραγαλίζοις ἢ ἄλλην τινὰ πιαιδιὰν τιαίζοις, οὐχ ὡς ἀποροῦντος περὶ τῶν δικαίων καὶ ἀδίκων, ἀλλὰ μάλα μέγα καὶ θαρραλέως λέγοντος περὶ ὅτου τύχοις τῶν παίδων ὡς πονηρός τε καὶ ἄδικος εἴη καὶ ὡς ἀδικοῖ" ἢ οὐκ ἀληθῆ λέγω:
ΑΛ. ᾿Αλλὰ τί ἔμελλον ποιεῖν, ὦ Σώκρατες, δτότε τίς με ἀδικοῖ :
ΣΩ. Σὺ δ᾽ εἰ τύχοις ἀγνοῶν εἴτ᾽ ἀδικοῖο εἴτε μὴ τότε, λέγεις τί σε χρὴ τιοιεῖν :
ΑΛ. Μὰ Δί᾽, ἀλλ᾽ οὐκ ἠγνόουν ἔγωγε, ἀλλὰ σαφῶς ἐγί- γνωσκον ὅτι ἠδικούμην.
ΣΩ. Ὥιου ἄρα ἐπίστασθαι καὶ παῖς ὦν, ὡς ἔοικε. τὰ δίκαια καὶ τὰ ἄδικα.
ΑΛ. ἜἜγωγε: καὶ ἠπιστάμην γε.
ΣΩ. Ἔν ποίῳ χρόνῳ ἐξευρών ; οὐ γὰρ δῆπου ἐν ᾧ γε ᾧουν εἰδέναι.
110 ἃ ὃ τοῦ Τ: τούτου 1} ἃ τὸ “ἐν τοῖννν ΠΤ: πξντο Ῥτοοΐης 1 Ο ὃ ποίῳ [υβτος : ὁποίν, 1
110 �