Σελίδα:Platon - Œuvres complètes, Les Belles Lettres, tome I.djvu/107

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ΑΛΚΙΒΙΛΔῊΣ θῳ

ΣΩ. Αὐτὸ τοῦτο.

ΑΛ. ᾿Αλλὰ μὴν τοῦτό γε διαφέρει ὅλον τε καὶ πᾶν.

ΣΩ. Τί οὖν ; ᾿Αθηναίοις σὺ πρὸς ποτέρους συμβουλεύσεις πολεμεῖν, τοὺς ἀδικοῦντας ἢ τοὺς τὰ δίκαια πράττοντας ;

ΑΛ. Δεινὸν τοῦτό γε ἐρωτᾶς᾽ εἶ γὰρ καὶ διανοεῖταί τις ὡς δεῖ πρὸς τοὺς τὰ δίκαια πράττοντας πολεμεῖν, οὐκ ἂν δμολογῆσειέν γε.

ΣΩ. Οὐ γὰρ νόμιμον τοῦθ᾽, ὡς ἔοικεν.

ΑΛ. Οὐ δῆτα: οὐδέ γε καλὸν δοκεῖ εἶναι.

ΣΩ. Πρὸς τοῦτ᾽ ἄρα καὶ σὺ τὸ δίκαιον τοὺς λόγους -ποιῆση :

ΑΛ. ᾿Ανάγκη.

ΣΩ. ἼΑλλο τι οὖν, ὃ νυνδὴ ἐγὼ ἠρώτων βέλτιον τιρὸς τὸ πολεμεῖν καὶ μή, καὶ οἷς δεῖ καὶ οἷς μή, καὶ ὁπότε καὶ μή, τὸ δικαιότερον τυγχάνει ὄν : ἢ οὔ;

ΑΛ. Φαίνεταί γε.

ΣΩ. Πῶς οὖν, ὦ φίλε ᾿Αλκιθιάδη ; πότερον σαυτὸν λέληθας ὅτι οὐκ ἐπίστασαι τοῦτο, ἢ ἐμὲ ἔλαθες μανθάνων καὶ φοιτῶν εἰς διδασκάλου ὅς σε ἐδίδασκεν διαγιγνώσκειν τὸ δικαιότερόν τε καὶ ἀδικώτερον : καὶ τίς ἐστιν οὗτος : φράσον καὶ ἐμοί, ἵνα αὐτῷ φοιτητὴν τιροξενῆσης καὶ ἐμέ.

ΑΛ. Σκώπτεις, ὦ Σώκρατες.

ΣΩ. Οὐ μὰ τὸν Φίλιον τὸν ἐμόν τε καὶ σόν, ὃν ἐγὼ ἥκιστ᾽ ἂν ἐπιορκήσαιμι- ἀλλ᾽ εἴπερ ἔχεις, εἰπὲ τίς ἐστιν.

ΑΛ. Τί δ᾽, εἰ μὴ ἔχω ; οὐκ ἂν οἴει με ἄλλως εἰδέναι περὶ τῶν δικαίων καὶ ἀδίκων -:

ΣΩ. Ναί, εἴ γε εὕροις.

ΑΛ. ᾿Αλλ᾽ οὐκ ἂν εὑρεῖν με ἥγῆ;

ΣΩ. Καὶ μάλα γ᾽, εἰ ζητήσαις.

ΑΛ. Εἶτα ζητῆσαι οὐκ ἂν οἴει με:

Τεείϊπι. : τοῦ 6 2 Τί δ᾽ εἰ μὴ ἔχω... --- εἰδέναι (6 8) --- 5:0Ρ., ΕΊο- γί, ΙΧ, 608. ΟΌ τοῦτ᾽ δίορῃ. : ταῦτ᾽ ΒΤ || ἀ 7 οὐ μὰ Ῥτοοίυβ : μὰ ΒΤ. �