ΛΛΑΛΆΙΒΙΛΔΗΣ ὑ8
ὀρθῶς. τὴν γυμναστικήν, καὶ σὺ δὴ οὖν οὕτως ἐνταῦθα τί φής ; πῶς γίγνεσθαι ;
ΑΛ. Μουσικῶς μοι δοκεῖ.
ΣΩ. Εὖ λέγεις. Ἴθι δή, καὶ τὸ ἐν τῷ πολεμεῖν βέλτιον . καὶ τὸ ἐν τῷ εἰρήνην ἄγειν, τοῦτο τὸ βέλτιον τί ὀνομάζεις ; ὥσπερ ἐκεῖ ἐφ᾽ ἑκάστῳ ἔλεγες τὸ ἄμεινον ὅτι μουσικώτερον καὶ ἐπὶ τῷ ἑτέρῳ ὅτι γυμναστικώτερον᾽ πειρῶ δὴ καὶ ἐνταῦθα λέγειν τὸ βέλτιον.
ΑΛ. ᾿Αλλ᾽ οὐ πάνυ ἔχω.
ΣΩ. ᾿Αλλὰ μέντοι αἰσχρόν γε. εἶ μέν τίς σε λέγοντα καὶ συμβουλεύοντα περὶ σιτίων ὅτι βέλτιον τόδε τοῦδε, καὶ νῦν καὶ τοσοῦτον. ἔπειτα ἐρωτήσειεν. « Τί τὸ ἄμεινον λέγεις, ὦ ᾿Αλκιβιάδη :; » περὶ μὲν τούτων ἔχειν εἰπεῖν ὅτι τὸ ὕγιει- νότερον, καίτοι οὐ προσποιῇ ἰατρὸς εἶναι, περὶ δὲ οὗ τιροσποιῇ ἐπιστήμων εἶναι καὶ συμβουλεύσεις ἀνιστάμενος ὡς εἰδώς. τούτου δ᾽, ὡς ἔοικας, πέρι ἐρωτηθείς. ἐὰν μὴ ἔχης εἰπεῖν, οὐκ αἰσχύνη ; ἢ οὐκ αἰσχρὸν φαίνεται ;
ΑΛ. Πάνυ γε.
ΣΩ. Σκόπει δὴ καὶ προθυμοῦ εἰπεῖν πρὸς τί τείνει τὸ ἐν πῷ εἰρήνην τε ἄγειν ἄμεινον καὶ τὸ ἐν τῷ πολεμεῖν οἷς δεῖ:
ΑΛ. ᾿Αλλὰ σκοτιῶν οὐ δύναμαι ἐννοῆσαι.
ΣΩ. Οὐδ᾽ οἶσθα, ἐπειδὰν πόλεμον ποιώμεθα, τί ἐγκα- λοῦντες ἀλλήλοις πάθημα ἐρχόμεθα εἷς τὸ πολεμεῖν, καὶ ὅ τι αὐτὸ ὀνομάζοντες ἐρχόμεθα :
ΑΛ. Ἔγωγε, ὅτι ἐξαπατώμενοί τι ἢ βιαζόμενοι ἢ ἀποστε- ρούμενοι.
ΣΩ. Ἔχε: πῶς ἕκαστα τούτων πάσχοντες : πειρῶ εἰπεῖν τί διαφέρει τὸ ὧδε ἢ ὧδε.
ΑΛ. Ἢ τὸ ὧδε λέγεις. ὦ Σώκρατες, τὸ δικαίως ἢ τὸ ἀδίκως ;
ἃ 0 σὺ δὴ Τ: σὺ δ᾽ ΒΙ[6 τ τὸ ἄμεινον Ῥγουθαβ: τῷ χαείνον: ΒΤ 6 9) καίτοι οὐ ΓΤ: χαὶ τοιοῦτον "Ὁ [1 109 ἃ 1 φαίνεται [}: φανεῖται Τ ἃ 1 Ξνοῆπαι Τ : νοῆσα! Β ΠΠ Ὁ ἃ ὅτι 1}: ὅτι γςξ Τ [Ὁ 6 ἢ Οοῶ!. : εἰ 5.
109 �