Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/410

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
811812
S. JOANNIS CLIMACI

μεν· οἷστισιν οὐ πείθεσθαι δεῖ· μᾶλλον δὲ τοὐναντίον ποιεῖν. Ἐγὼ δὲ καὶ αὐτὴν τὴν τῆς κατανύξεως ποιότητα ἐννοῶν ἐξίσταμαι· πῶς δὲ πένθος, καὶ λύπη λεγομένη τὴν χαρὰν καὶ τὴν εὐφροσύνην ἔνδοθεν ὥσπερ μελικηρίῳ συμπεπλεγμένην κέκτηται. Τί δὲ ἐκ τούτου μανθάνομεν; Ὅτι κυρίως (16) Κυρίου δῶρον ἡ τοιαύτη κατάνυξις καθέστηκεν· οὐκ ἔστιν ἐν τῇ ψυχῇ τότε ἀνήδονος ἡδονὴ, τοῦ Θεοῦ λεληθότως παρακαλοῦντος τοὺς συντεθλασμένους τῇ καρδίᾳ· πρὸς δὲ ὄντως πένθους ἐναργεστάτου, καὶ ὀδύνης ὀνησιφόρου ὑπόθεσιν ἀκούσωμεν ψυχωφελοῦς καὶ ἐλεεινοτάτου διηγήματος. Στέφανός τις οἰκῶν ἐνταῦθα, τὸν ἐρημικὸν καὶ ἡσύχιον ἀσπαζόμενος βίον χρόνους τε ἱκανοὺς ἐν μοναδικῇ διατρίψας παλαίστρᾳ, νηστείαις τε μάλιστα καὶ δάκρυσι κατακεκοσμημένος, καὶ ἑτέροις ἀγαθοῖς πλεονεκτήμασι περιηνθισμένος ὑπάρχων, ἐκέκτητο τὴν κέλλαν πρὸς τῇ καταβάσει τοῦ ἁγίου καὶ θεόπτου ἡλίου ἐν τῷ ἁγίῳ τούτῳ ὄρει· οὗτός τε, οὗτος ὁ ἀοίδιμος κατείληφε σκοπῷ πρὸς σκοπὸν ἐνεργεστέρας καὶ στενοτέρας, καὶ ἐπιπόνου μετανοίας, τὸν τόπον τῶν ἀναχωρητῶν, τὸν καλούμενον Σίδδην, πεποιηκώς τε ἐκεῖσε ἐν στενοτάτῃ καὶ ἐπιτεταγμένῃ διαίτῃ χρόνους τινὰς, ἐπεὶ ἀπαράκλητος ὁ τύπος καὶ πάσης ἀνθρώπου διόδου ἀνεπίβατος. ὡς ἔτυχεν ἂν ἀπὸ ἑβδομήκοντα μιλίων τοῦ κάστρου, ἀνέρχεται περὶ τὰ ἑαυτοῦ ἔσχατα ἐν τῷ ἰδίῳ κελλίῳ ἐν τῇ ἁγίᾳ κορυφῇ ὁ γέρων. Εἶχε δὲ ἐκεῖ καὶ δύο μαθητὰς Παλαιστινοὺς εὐλαβεῖς πάνυ· οἳ καὶ ἐφύλαττον τὸ κελλίον τοῦ γέροντος. Ποιήσας οὖν ὀλίγας ἡμέρας ὁ γέρων ἀσθενεῖ ἀσθένειαν, ἐν ᾗ καὶ ἐπιτελειώθη. Πρὸ οὖν μιᾶς ἡμέρας τοῦ ἀναλύσαι, ἐξίσταται τῷ νοῒ καὶ τῶν ὀφθαλμῶν ἀνεῳγμένων κατενόει εἰς τὰ δέξια, καὶ εἰς τὰ ἀριστερὰ τῆς κλίνης· καὶ ὡς ὑπό τινων λογοθετούμενος, ἔλεγε πάντων ἀκουόντων τῶν περισταμένων, ποτὲ μέν· Ναὶ, ὄντως, ἀλήθεια, ἀλλ᾿ ἐνήστευσα τοσούτους χρόνους ὑπὲρ τούτου εἶτα πάλιν· Οὐχὶ, ὄντως ψεύδεσθε, τοῦτο οὐκ ἐποίησα· καὶ πάλιν· Ναὶ, ἀληθῶς τοῦτο, ναί· ἀλλ᾿ ἔκλαυσα, ἀλλὰ διηκόνησα· καὶ πάλιν· Οὐχὶ, ὅλως κατηγορεῖτέ μου. Ἔστι δὲ ὅτε εἴς τινα ἔλεγε· Ναὶ, ἀληθῶς, ναί· καὶ πρὸς τοῦτο τί εἰπεῖν οὐκ οἶδα· ἐν τῷ Θεῷ ἐστιν ἔλεος. Καὶ ἦν ἀληθῶς θέαμα φρικτὸν καὶ φοβερὸν, ἀόρατον καὶ ἀσυγχώρητον λογοθέσιον· καὶ τὸ φοβερώτερον, ὅτι καὶ ἃ οὐκ ἐποίησε, κατηγόρουν αὐτοῦ. Βαβαὶ, ὁ ἡσυχαστὴς καὶ ἀναχωρητὴς ἔλεγεν εἴς τινα τῶν ἑαυτοῦ πταισμάτων, ὅτι Πρὸς ταῦτα εἰπεῖν οὐκ οἶδα, ἔχων που λοιπὸν περὶ τὰ τεσσαράκοντα ἔτη μοναχὸς, καὶ ἔχων τὸ δάκρυον. Οἴ μοι, οἴ μοι, ποῦ ἦν τότε ἡ τοῦ Ἰεζεκιὴλ φωνὴ, ἵνα εἴπῃ πρὸς αὐτοὺς, ὅτι Ἐν ᾧ εὕρω σε, ἐν αὐτῷ καὶ κρινῶ σε, εἶπεν ὁ Θεός. Ὄντως οὐδὲν τοιοῦτον εἰπεῖν ἠδυνήθη· τίνος χάριν δόξα τῷ μόνῳ γινώσκοντι· τινὲς δέ μοι, ὡς ἐπὶ Κυρίου διηγήσαντο, ὅτι καὶ λεοπάρδῳ ἀπὸ χειρὸς παρέβαλεν εἰς τὴν ἔρημον· καὶ οὕτω λογοθετούμενος, τοῦ σώματος ἐχωρίσθη, τί τὸ κρῖμα, ἢ τὸ πέρας, ἢ ἀπόφασις αὐτοῦ, ἢ τὸ τέλος τοῦ λογοθεσίου κατάδηλον μὴ ποιησάμενος.