Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/367

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
725726
SCALA PARADISI.—GRADUS IV.

σμοὺς παῦσαι βουλόμενος· τυπτόμενος σιώπα, καὶ καταδέχου ψυχῆς καυστῆρας, μᾶλλον δὲ ἁγνείας φωστῆρας. Παυσαμένου τοῦ ἰατροῦ, τότε τούτῳ μετανόει· ἐν τῷ θυμῷ γὰρ ἴσως οὐδὲ τὴν μετάνοιαν δέχεται.

Πρὸς πάντα (95) μὲν, πλὴν ἴσως πρὸς τὰ δύο ταῦτα πάθη οἱ ἐν συνοδίαις καθ᾿ ὥραν ἀγωνισώμεθα· πρὸς τὴν κοιλιομανίαν, καὶ τὴν ὀξυχολίαν· τῶν οἰκείων γὰρ ὑλῶν ἐν τῷ ὄχλῳ εὐποροῦσι. Τοῖς ἐν ὑποταγῇ ὁ διάβολος ἀδυνάτων αὐτοῖς ἀρετῶν ἐπιθυμίαν ἐμβάλλει, ὁμοίως καὶ τοῖς ἐν ἡσυχίᾳ τὰ ἀνοίκεια ὑποτίθεται· ἀνάπτυξον ὑποτακτικῶν ἀδοκίμων διάνοιαν, καὶ εὑρήσεις ἐκεῖ (96) πεπλανημένην ἔννοιαν, ἐπιθυμίαν (97) ἡσυχίας,νηστείας ἀκροτάτης, προσευχῆς ἀρεμβάστου, ἀκενοδοξίας ἄκρας, μνήμης ἀνεπιλήστου ἐξόδου, διηνεκοῦς κατανύξεως, ἀοργησίας παντελοῦς, σιωπῆς βαθείας, ἁγνείας ὑπερβαλλούσης. Ὧνπερ κατ᾿ οἰκονομίαν ἐν προοιμίοις ἀποροῦντες, εἰκῆ μετεπήδησαν ἀπατηθέντες. Πρὸ γὰρ καιροῦ ζητῆσαι αὐτοὺς, ὁ ἐχθρὸς ταῦτα πεποίηκεν, ἵνα μὴ ὑπομείναντες ἐν τῷ καιρῷ τούτων ἐπιτύχωσι. Μακαρίζει παρ᾿ ἡσυχασταῖς ὁ ἀπατεὼν τῶν ὑπηκόων τὴν φιλοξενίαν, τὴν διακονίαν, τὴν φιλαδελφίαν, καὶ συνδιαγωγὴν, τὴν τῶν νοσούντων ὑπηρεσίαν, ἵνα κἀκείνους ἀνυπομονήτους κατὰ τοὺς προτέρους ἀπεργάσηται ὁ πλάνος. Σπανίων μὲν γὰρ, ὡς ἀληθῶς τὸ λόγῳ τῆς ἡσυχίας μετέρχεσθαι· κἀκείνων μόνων τῶν τὴν θείαν παράκλησιν πρὸς τὴν τῶν πόνων παραμυθίαν, καὶ πολέμων συνέργειαν κτησαμένων. Πρὸς τὰς ποιότητας ἡμῶν τῶν παθῶν, καὶ τὰς ὑποταγὰς διακρίνωμεν, καὶ ἐκλεξώμεθα πρεπόντως. Ἔστω (98) σοι περὶ τὸ λάγνον ἀκρατῶς ἔχοντι καὶ ῥέποντι γυμναστὴς, (99) ἀσκητὴς, καὶ ἀπαράκλητος πρὸς τροφὴν, καὶ μὴ μᾶλλον θαυματοποιὸς, καὶ ἕτοιμος παντὶ εἰς ὑποδοχὴν καὶ τράπεζαν. Ἔστω σοι ὑψαύχενι ὄντι ὀξὺς καὶ ἀπαραχώρητος, καὶ μὴ πρᾶος καὶ φιλάνθρωπος· μὴ ζητῶμεν προγνώστας, μηδὲ προβλέπτας· ἀλλὰ πρὸ πάντων πάντως ταπεινόφρονας, καὶ τῇ ἐν ἡμῖν νόσῳ ἁρμοδίους ἐκ τρόπου καὶ τοῦ καθίσματος. Ἔστω σοι κατὰ τὸν Ἀββάκυρον τὸν προμνημονευθέντα δίκαιον, καὶ οὗτος καλὸς πρὸς ὑπακοὴν ὁ τρόπος, τὸ ἀεὶ λογίζεσθαι, ὅτι πειράζει σε ὁ προεστὼς, καὶ οὐ μὴ ἀστοχήσεις ποτέ. Ὅταν ἐπιπλήσσοντος ἀπαύστως, πλείονα τὴν πρὸς αὐτὸν πίστιν καὶ ἀγάπην προσλαμβάνῃς, Πνεῦμα ἅγιον ἀοράτως ἐν τῇ ψυχῇ σου ἐνῴκησε, καὶ δύναμις Ὑψίστου ἐπεσκίασέ σοι, γίνωσκε. Πλὴν μὴ καυχῶ, μηδὲ χαῖρε, γενναίως ὑποφέρων τὰς ὕβρεις καὶ τὰς ἀτιμίας· ἀλλὰ μᾶλλον θρήνει, ὅτι ὅλως ἄξιόν τι ὕβρεως διεπράξω, καὶ ἐτάραξας ψυχὴν κατὰ σοῦ. Μὴ (100) θαμβηθῇς, ἐφ᾿ ᾧ μέλλω λέγειν· Μωϋσῆν γὰρ ἔχω συνήγορον·