Σελίδα:Orphica, ed. Eugenius Abel (1885).djvu/99

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
85
ΥΜΝΟΙ. LII

φαινόμεναι, ἀφανεῖς, αὐλωνιάδες, πολυανθεῖς,
σὺν Πανὶ σκιρτῶσαι ἀν’ οὔρεα, εὐάστειραι,
πετρόρυτοι, λιγυραί, βομβήτριαι, οὐρεσίφοιτοι,
ἀγρότεραι κοῦραι, κρουνίτιδες ὑλονόμοι τε, 10
παρθένοι εὐώδεις, λευχείμονες, εὔπνοοι αὔραις, (10)
αἰπολικαί, νόμιαι, θηρσὶν φίλαι, ἀγλαόκαρποι,
κρυμοχαρεῖς, ἁπαλαί, πολυθρέμμονες αὐξίτροφοί τε,
κοῦραι ἁμαδρυάδες, φιλοπαίγμονες, ὑγροκέλευθοι,
Νύσαῖαι, μανικαί, παιωνίδες, εἰαροτερπεῖς, 15
σὺν Βάκχῳ Δηοῖ τε χάριν θνητοῖσι φέρουσαι· (15)
ἔλθετ’ ἐπ’ εὐφήμοις ἱεροῖς κεχαρηότι θυμῷ
νᾶμα χέουσ’ ὑγεινὸν ἀεξιτρόφοισιν ἐν ὥραις.

LII. ΤΡΙΕΤΗΡΙΚΟΥ, θυμίαμα ἀρώματα.

Κικλήσκω σε, μάκαρ, πολυώνυμε, μανικέ, Βακχεῦ,
ταυρόκερως, ληναῖε, πυρίσπορε, Νύσιε, λυσεῦ,
μηροτρεφής, λικνῖτα, πυριπόλε καὶ τελετάρχα,
νυκτέρι’, Εὐβουλεῦ, μιτρηφόρε, θυρσοτινάκτα,
ὄργιον ἄρρητον, τριφυές, κρύφιον Διὸς ἔρνος, 5
πρωτόγον’, ἠρικεπαῖε, θεῶν πάτερ ἠδὲ καὶ υἱέ,
ὠμάδιε, σκηπτοῦχε, χοροιμανές, ἁγέτα κώμων,
βακχεύων ἁγίας τριετηρίδας ἀμφὶ τιθήνας,
ῥηξίχθον, πυριφεγγές, ἐπάφριε, κοῦρε διμῆτωρ,
οὐρεσίφοιτος, Ἔρως, νεβριδοστόλος, ἀμφιέτηρε, 10
Παιὰν θυρσεγχής, ὑποκόλπιε, βοτρυόκοσμε,
Βάσσαρε, κισσοχαρής, πολυπάρθενε κύδμε κοῦρε·
ἐλθέ, μάκαρ, μύστῃσι βρύων κεχαρημένος αἰεί.