Σελίδα:Orphica, ed. Eugenius Abel (1885).djvu/81

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
67
ΥΜΝΟΙ. XVI. XVII.

σεισίχθων, αὐξητά, καθάρσιε, παντοτινάκτα,
ἀστραπαῖε, βρονταῖε, κεραύνιε, φυτάλιε Ζεῦ·
κλῦθί μευ, αἰολόμορφε, δίδου δ’ ὑγίειαν ἀμεμφῆ 10
εἰρήνην τε θεὰν καὶ πλούτου δόξαν ἄμεμπτον.

[Pro v. 7–11 hos habet cod. Thryllianus:
αὐτοπάτορ, μακάρων τε θεῶν πάτερ ἠδὲ ἀνδρῶν·
ἀλλὰ χάριν λοιβῆς σὺ δίδου, φρεσὶν αἴσιμα πάντα,
ζωήν τ’ ὀλβιόθυμον, ὁμοῦ θ’ ὑγιείαν ἄνασσαν
εἰρήνην τε θεάν, κουροτρόφον, ἀγλαότιμον, 10
καὶ βίον εὐθύμοισιν ἀεὶ θάλλοντα λογισμοῖς.]

XVI. ΗΡΑΣ, θυμίαμα ἀρώματα.

Κυανέοις κόλποισιν ἐνημένη, ἠερόμορφε,
Ἥρη παμβασίλεια, Διὸς σύλλεκτρε μάκαιρα,
ψυχοτρόφους αὔρας θνητοῖς παρέχουσα προσηνεῖς,
ὄμβρων μὲν μήτηρ, ἀνέμων τροφέ, παντογένεθλε·
χωρὶς γὰρ σέθεν οὐδὲν ὅλως ζωῆς φύσιν ἔγνω· 5
κοινωνεῖς γὰρ ἅπασι κεκραμένη ἠέρι σεμνῷ·
πάντων γὰρ κρατέεις μούνη πάντεσσί τ’ ἀνάσσεις
ἠερίοις ῥοίζοισι τινασσομένη κατὰ χεῦμα.
ἀλλά, μάκαιρα θεά, πολυώνυμε, παμβασίλεια,
ἔλθοις εὐμενέουσα καλῷ γήθοντι προσώπῳ. 10

XVII. ΠΟΣΕΙΔΩΝΟΣ, θυμίαμα σμύρναν.

Κλῦθι, Ποσειδάον γαιήοχε, κυανοχαῖτα,
ἵππιε, χαλκοτόρευτον ἔχων χείρεσσι τρίαιναν,
ὃς ναίεις πόντοιο βαθυστέρνοιο θέμεθλα,
ποντομέδων, ἁλίδουπε, βαρύκτυπος, ἐννοσίγαιε,
κυμοθαλές, χαριτῶπα, τετράορον ἅρμα διώκων, 5
εἰναλίοις ῥοίζοισι τινάσσων ἁλμυρὸν ὕδωρ,