Ἀλκίνοος κραίνεσκε δικαιότατος βασιλήων.
πείσματα δ’ ἀψάμενοι πορσύναμεν ἱερὰ θύσλα (1305)
Ζηνὶ πανομφαίῳ καὶ ἐπακτίῳ Ἀπόλλωνι.
Ἔνθ’ ἄρ’ ὑπ’ εἰρεσίῃσιν ἐπειγόμενοι φορέοντο 1300
νηυσὶν ἀπειρεσίαις βριαρὸς λόχος Αἰήταο,
Κόλχων, Ἀσσυρίων τε, Χαρανδαίων, Σολύμων τε,
διζόμενοι Μινύας, ὄφρ’ ἂν Μήδειαν ἄγοιντο (1310)
ὄψιν ἐς Αἰήταο πατρός, τίσειέ δ’ ἀμοιβὰς
σφῇσιν ἀτασθαλίῃσιν ἀδελφειοῦ κταμένοιο. 1305
ἀλλ’ ὄτε δὴ κοίλου λιμένος μυχῷ ἆσσον ἵκοντο,
αἶψα οἱ Ἀλκινόοιο δόμον κήρυκες ἔβαινον,
Μηδείης λύτο γούνα, δέος δ’ ὤχραινε παρειάς, (1315)
μή οἱ ἑλὼν ἀέκουσαν ἐὸν πέμψειε δόμονδε
Φαιήκων βασιλεὺς ἀνάπυστά τε ἔργα γένοιτο. 1310
ἀλλ’ οὔ οἱ τάδε μοῖρα τελεσσίνοος κατένευσε,
πρὶν δή οἱ Πελίαο δόμοις ἔπι λυγρὸν ὄλεθρον
αὐτῷ τε κρείοντι φέροι κακὸν οἶτον Ἰήσων. (1320)
ἀλλ’ ὅτε δὴ βασιλῆος ἀπηνέος ἔκλυον αὐδὴν
Ἀρήτη ῥοδόπηχυς ἰδ’ Ἀλκίνοος θεοειδής, 1315
Ἀλκίνοος μέν ῥ’ ὦκ’ ἐπετέλλετο κηρύκεσσι
κούρην ἀμφήριστον ἄγειν ἀπὸ νηὸς ἐρυμνῆς,
πατρί θ’ ἑῷ τίσειε δίκην ἀλιτημοσυνάων.
Ἀρήτη δ’ ᾤκτειρεν ἀγακλειτὴ βασίλεια,
μείλιχα παρφαμένη δὲ τὸν ὃν πόσιν ὧδ’ ἀγόρευεν· 1320
Οὐ μὲν δὴ φίλον ἐστὶν ἀπό σφ’ ὤσασθαι ὁμεύνου,