Σελίδα:Orphica, ed. Eugenius Abel (1885).djvu/62

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
48
ΑΡΓΟΝΑΥΤΙΚΑ.

ἄκραις δ’ ἀμφ’ ἱερῇσι Διονύσοιο ἄνακτος (1250)
μίμνομεν ἑσπέριοι· δαιτὸς γὰρ οἱ ἐδεύετο θυμός. 1245
ἧμος δ’ ἀντολίῃσιν ἐγείρετο φωσφόρος αἴγλη,
ὄρθριοι εἰρεσίαις γλαυκὴν ἐχαράξαμεν ἅλμην,
Σαρδῷόν δ’ ἱκόμεσθα βυθὸν κόλπους τε Λατίνων
νήσους τ’ Αὐσονίας, Τυρρηνάς θ’ ἱκόμεθ’ ἀκτάς. (1255)
αὐτὰρ ἐπεὶ Λιλύβαιον […] ἠχέτα πορθμὸν 1250
τριγλώχινά τε νῆσον ἐπέσχομεν Ἐγκελάδοιο,
Αἰτναίη τὸν φλόξ κατρερητύει μεμαῶτα·
δὴ τόθ’ ὑπὲρ πρῴρης ὀλοὸν περιέζεεν ὕδωρ
νειόθεν, ἐκ μυχάτου δὲ βυθοῦ ῥοίβδησε Χάρυβδις (1260)
κύματι καχλάζοντι καὶ ἱστίον ἄκρον ἵκανε. 1255
νῆα δ’ ἄρ’ αὐτόθι οἱ κατέχεν ῥόος, οὐδέ μίν εἴα
προπροθέειν, οὐδ’ αὖτις ἀναρρώσεσθαι ὀπίσσω,
κοίλῳ ἐπὶ λυγρῷ δὲ περιστροφάδην ἀλάλητο.
ἦ τάχα καὶ δύσεσθ’ Ἀργὼ κατὰ βένθε’ ἔμελλεν, (1265)
εἰ μὴ πρεσβίστη θυγάτηρ ἁλίοιο γέροντος 1260
εὐρυβίην Πηλῆα πόσιν λελίητο ἰδέσθαι.
μειλιχίη δ’ ἐκδῦτο βυθοῦ καὶ ῥύσατ’ ὀλέθρου
Ἀργῴην ἄκατον καὶ ὑπ’ ἰλύος ἐξεσάωσε.
δὴ τότε οἱ πλώοντες ἐπέσχομεν οὐ μάλα τηλοῦ (1270)
προβλῆτα σκόπελον· πέτρῃ δ’ ἐφύπερθεν ἀπορρὼξ 1265
λισσοῖς χηραμόνεσσιν ἐπιθρῴσκουσα βιᾶται
πόντον ἔσω, χαροπὸν δ’ ἄρ’ ὑποβρέμει ἔνδοθι κῦμα.
ἔνθα δ’ ἐφεζόμεναι λιγυρὴν ὄπα γηρύουσι
κοῦραι, ἀνοστήτους δὲ βροτῶν θέλγουσιν ἀκουάς. (1275)