Σελίδα:Orphica, ed. Eugenius Abel (1885).djvu/48

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
34
ΑΡΓΟΝΑΥΤΙΚΑ.

σφῇσιν ἀτασθαλίῃσι πολυφθόρου Αἰήταο· 865
ἠδ’ ὡς παρθενίοις αὐτoῦ φίλτροισι δαμάσθη
αἰνόγαμος Μήδεια θεᾶς Ἥρης διὰ βουλάς — (870)
ἐν δί οἱ ἵμερον ὦρσεν ἐρωτρόφος Κυθέρεια,
ἦκε δ’ ἄρ’ ἰὸν ὑπὸ σπλάγχνοις δασπλῆτις Ἐριννύς —
ὥς τε βόας ζεύγλῃσι δαμάσσατο πῦρ πνείοντας, 870
τετραγύῳ θέμενος σπόρον αὔλακι, τόν ῥ’ ἐκόμισσε
Φρίξος ἐυμμελίης, ὅτ’ ἔβη δόμον Αἰήταο, (875)
ἔδνον Ἐνυαλίοιο δρακοντείων ἀπ’ ὀδόντων·
ἠδ’ ὡς δυσμενέων σπαρτῶν στάχυν ἐξενάριξεν
αὐτοφόνῳ παλάμῃ, ὥς τ’ ἀγλαὸν ἤρατο κῦδος 875
Αἰσονίδης· ὥς τ’ ἦλθε διὲκ μεγάρων λελαθοῦσα
λῖτι καλυψαμένη ἑανῷ διὰ νύκτερον ὄρφνην (880)
παρθένος αἰνολεχής — πέρι γάρ ῥα ἑ τεῖρον ἔρωτες
νηὸς ἐπ’ Ἀργώης πελάσαι, καὶ πότνι’ ἀνάγκη —
οὔ τιν’ ὀπιζομένη, πατρὸς χόλον οὐκ ἀλέγουσα. 880
ἠδ’ ὡς ἀμφιπλακεῖσα περιπτύξασά τε μορφὰς
στέρνα τε μαιμώωσα κύσεν χάριέν τε πρόσωπον (885)
δάκρυσι πλημμύρουσα γενειάδας· οὐδέ τιν’ αἰδῶ
ἔσχε πόθων ἥρωος, ἐλαυνομένη δ’ ὑπό φίλτρων
παρθενίην ἔρριψε γάμων τ’ εὐήνορα θεσμόν· 885
ἄλλα τε καὶ μάλα πολλά, τά θ’ ὕστερον αὖτις ἀκούσῃ.
 Ἀλλ’ ὄτε δὴ Μήδεια λίπεν δόμον Αἰήταο (890)
λαθριδίη καὶ νηὸς ἐφ’ ἡμετέρης ἐπελάσθη,
δή τότε οἱ κατὰ θυμὸν ἐμηδόμεθ’, ὄφρα μολόντες
ἀμφ’ ἱερῆς φηγοῖο δέρας χρύσειον ἕλωμεν. 890
ῥάστα περὶ φρεσὶ δ’ ᾗσι δοκεύομεν, οὐδέ τις ἡμέων
ἔγνω μόχθον ἄελπτον· ἐφέσπετο γὰρ μέγα ἔργον (895)
πᾶσιν ἐφ’ ἡρώεσσι, κακῶν δ’ ἀνεφαίνετο πυθμήν.