Σελίδα:Orphica, ed. Eugenius Abel (1885).djvu/29

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
15
ΑΡΓΟΝΑΥΤΙΚΑ.

χεῖρας ἐπαντείνας, τάδ’ ἀπὸ γλώσσης ἀγόρευσα·
Ὠκεανοῦ μεδέοντες ἁλικλύστοιό τε πόντου (335)
ἐμβύθιοι μάκαρες, καὶ ὅσοι ψαμμώδεας ἀκτὰς
ναίεθ’ ἁλικροκάλους, καὶ Τηθύος ἔσχατον ὕδωρ· 335
Νηρέα μὲν πρώτιστα καλῶ πρέσβυστον ἁπάντων
ἄμμιγα πεντήκοντα κόραις πάσῇσιν ἐρανναῖς·
Γλαυκὴν τ’ ἰχθυόεσσαν, ἀπείριτον Ἀμφιτρίτην, (340)
Πρωτέα καὶ Φόρκυνα, καὶ εὐρυβίην Τρίτωνα
λαιψηρούς τ’ ἀνέμους αὔραις μίγα χρυσεοτάρσοις 340
ἄστρα τε τῆλε φανέντα καὶ ἀχλύα νυκτὸς ἐρεμνῆς
αὐγήν τ’ Ἠελίοιο θοῶν προποδηγέτιν ἵππων,
δαίμονας εἰναλίους τε μιγαζομένους ἥρωσιν (345)
ἀκταίους τε θεοὺς, ποταμῶν θ’ ἁλιμυρέα ῥεῖθρα
αὐτόν τε Κρονίδην σεισίχθονα, κυανοχαίτην, 345
κύματος ἐκπροθορόντα μολεῖν ἐπιτάρροθον ὅρκων.
ὅφρα μὲν οὖν ἐπίκουροι Ἰήσονος ἔμπεδον αἰεὶ
μίμνωμεν προφρόνως ξυνῶν ἐπαρηγόνες ἄθλων, (350)
ζῳοὶ νοστήσαιμεν ἑὰ πρὸς δώμαθ’ ἕκαστος·
ὃς δέ κε συνθεσίας δηλήσεται οὐκ ἀλεγίζων 350
ὅρκον ὑπερβασίῃ, τούτου δ’ ἐπιμάρτυροι ἔστων
ἰθύντειρα Δίκη καὶ Ἐριννύες αἰνοδότειραι.
Ὣς ἐφάμην· οἱ δ’ αὐτίχ’ ὁμοφροσύνῃ κατένευσαν (355)
ὅρκια δειμαίνοντες, ἐσημήναντο δὲ χερσίν.
αὐτὰρ ἐπεί ῥ’ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον, 355
δὴ τότε νηὸς ἑῆς κοῖλον κύτος εἰσεπέρησαν
πάντες ἐφεξείης, ὑπὸ δὲ ζυγὰ τεύχε’ ἔθεντο
χεῖρας ἐρετμώσαντες. ἐκέκλετο δ’ αὐτόθι Τῖφυς, (360)
ἐκταδίοις ὅπλοις δῆσαι παρὰ κλίμακα μακρήν,
ἱστία δ’ ἁπλῶσαι, λιμένος δ’ ἐκ πείσματ’ ἀρέσθαι. 360