Σελίδα:Orphica, ed. Eugenius Abel (1885).djvu/17

Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
ΟΡΦΕΩΣ
ΑΡΓΟΝΑΥΤΙΚΑ.

Ὦναξ Πυθῶνος µεδέων, ἑκατηβόλε, μάντι,
ὃς λάχες ἠλιβάτου κορυφὴν Παρνησίδα πέτρης,
σὴν ἀρετὴν ὑμνῶ· σὺ δέ µοι κλέος ἐσθλὸν ὀπάσσαις·
πέμπε δ’ ἐπὶ πραπείδεσσιν ἐμαῖς ἐτυμηγόρον αὐδήν,
ὄφρα πολυσπερέεσσι βροτοῖς λιγύφωνον ἀοιδὴν 5
ἠπύσω Μούσης ἐφετμαῖς καὶ πηκτίδι πυκνῇ.
Νῦν γάρ σοι, λυροεργέ, φίλον µέλος ἀείδοντι
θυμὸς ἐποτρύνει λέξαι, τάπερ οὕποτε πρόσθεν
ἔφρασ’, ὅτ’ ἐν Βάκχοιο καὶ Ἀπόλλωνος ἄνακτος
κέντρῳ ἑλαυνόμενος φρικώδεα κῆλα πίφαυσκον 10
θνητοῖς ἀνθρώποισιν, ἀκήρατα δ’ ὄργια μύσταις·
ἀρχαίου μὲν πρῶτα χάους ἀμέγαρτον Ἀνάγκην,
καὶ Χρόνον, ὡς ἐλόχευσεν ἀπειρεσίοις ὑπὸ κόλποις
Αἰθέρα καὶ διφυῆ πυριωτέα κυδρὸν Ἔρωτα,
Νυκτὸς ἀειγνήτης πατέρα κλυτόν, ὂν ῥα Φάνητα 15
ὁπλότεροι καλέουσι βροτοί· πρῶτος γὰρ ἐφάνθη.