Σελίδα:Orphica, ed. Eugenius Abel (1885).djvu/116

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
102
ΥΜΝΟΙ. LXXXVII. LXXXVIII.

τὸν μακρὸν ζῴοισι φέρων αἰώνιον ὕπνον, 5
κοινὸς μὲν πάντων, ἄδικος δ’ ἐνίοισιν ὑπάρχων,
ἐν ταχυτῆτι βίου παύων νεοήλικας ἀκμάς·
ἐν σοὶ γὰρ μούνῳ πάντων τὸ κριθὲν τελεοῦται·
οὔτε γὰρ εὐχῇσιν πείθῃ μόνος οὔτε λιτῇσιν.
ἀλλά, μάκαρ, μακροῖσι χρόνοις ζωῆς σε πελάζειν 10
αἰτοῦμαι, θυσίαισι καὶ εὐχωλαῖς λιτανεύων,
ὡς ἂν ἔῃ γέρας ἐσθλὸν ἐν ἀνθρώποισι τὸ γῆρας.

LXXXVIII. ΕΙΣ ΑΡΕΑ.

Ἆρες ὑπερμενέτα, βρισάρματε, χρυσεοπήληξ,
ὀβριμόθυμε, φέρασπι, πολισσόε, χαλκοκορυστά,
καρτερόχειρ, ἀμόγητε, δορυσθενές, ἕρκος Ὀλύμπου,
Νίκης εὐπολέμοιο πάτερ, συναρωγὲ Θέμιστος,
ἀντιβίοισι τύραννε, δικαιοτάτων ἀγὲ φωτῶν, 5
ἠνορέης σκηπτοῦχε, πυραυγέα κύκλον ἑλίσσων
αἰθέρος ἑπταπόροις ἐνὶ τείρεσιν ἔνθα σε πῶλοι
ζαφλεγέες τριτάτης ὑπὲρ ἄντυγος αἰὲν ἔχουσι·
κλῦθι, βροτῶν ἐπίκουρε, δοτὴρ εὐθαλέος ἥβης,
πρηῢ καταστίλβων σέλας ὑψόθεν ἐς βιότητα 10
ἡμετέρην, καὶ κάρτος ἀρήιον, ὥς κε δυναίμην
σεύασθαι κακότητα πικρὴν ἀπ᾽ ἐμοῖο καρήνου
καὶ ψυχῆς ἀπατηλὸν ὑπογνάμψαι φρεσὶν ὁρμὴν
θυμοῦ τ’ αὖ μένος ὀξὺ κατισχέμεν, ὅς μ᾽ ἐρέθῃσι
φυλόπιδος κρυερῆς ἐπιβαινέμεν. ἀλλὰ σὺ θάρσος 15
δός, μάκαρ, εἰρήνης τε μένειν ἐν ἀπήμοσι θεσμοῖς
δυσμενέων προφυγόντα μόθον κῆράς τε βιαίους.