Σελίδα:Orphica, ed. Eugenius Abel (1885).djvu/114

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
100
ΥΜΝΟΙ. LXXXIII. LXXXIV. LXXXV.

ὀμβροτόκους νεφέλας ἐξ ἠέρος ἐς χθόνα πέμπειν. 5
τοιγάρ τοι λιτόμεσθα, μάκαρ, ἱεροῖσι χαρέντα
πέμπειν καρποτρόφους ὄμβρους ἐπὶ μητέρα γαῖαν.

LXXXIII. ΩΚΕΑΝΟΥ, θυμίαμα ἀρώματα.

Ὠκεανὸν καλέω, πατέρ’ ἄφθιτον, αἰὲν ἐόντα,
ἀθανάτων τε θεῶν γένεσιν θνητῶν τ’ ἀνθρώπων,
ὃς περικυμαίνει γαίης περιτέρμονα κύκλον·
ἐξ οὗπερ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα
καὶ χθόνιοι γαίης πηγόρρυτοι ἰκμάδες ἁγναί. 5
κλῦθι, μάκαρ, πολύολβε, θεῶν ἅγνισμα μέγιστον,
τέρμα φίλον γαίης, ἀρχὴ πόλου, ὑγροκέλευθε,
ἔλθοις εὐμενέων μύσταις κεχαρημένος αἰεί.

LXXXIV. ΕΣΤΙΑΣ, θυμίαμα ἀρώματα.

Ἱστίη εὐδυνάτοιο Κρόνου θύγατερ βασίλεια,
ἣ μέσον οἶκον ἔχεις πυρὸς ἀενάοιο, μεγίστου,
τούσδε σὺ ἐν τελεταῖς ὁσίαις μύστας ἀναδείξαις,
θεῖσ’ αἰειθαλέας, πολυόλβους, εὔφρονας, ἁγνούς·
οἶκε θεῶν μακάρων, θνητῶν στήριγμα κραταιόν, 5
ἀιδίη, πολύμορφε, ποθεινοτάτη, χλοόμορφε·
μειδιόωσα, μάκαιρα, τάδ’ ἱερὰ δέξο προθύμως,
ὄλβον ἐπιπνείουσα καὶ ἠπιόχειρον ὑγείαν.

LXXXV. ΥΠΝΟΥ, θυμίαμα μετὰ μήκωνος.

Ὕπνε, ἄναξ μακάρων πάντων θνητῶν τ’ ἀνθρώπων
καὶ πάντων ζῴων, ὁπόσα τρέφει εὐρεῖα χθών·
πάντων γὰρ κρατέεις μοῦνος καὶ πᾶσι προσέρχῃ
σώματα δεσμεύων ἐν ἀχαλκεύτοισι πέδῃσι,
λυσιμέριμνε, κόπων ἡδεῖαν ἔχων ἀνάπαυσιν 5
καὶ πάσης λύπης ἱερὸν παραμύθιον ἔρδων·