Μοῖρά τε καὶ Διὸς οἶδε νόος διὰ παντὸς ἅπαντα.
ἀλλά μοι ἠέριαι μαλακόφρονες, ἠπιόθυμοι, 15
Ἄτροπε καὶ Λάχεσι, Κλωθώ, μόλετ’, εὐπατέρειαι,
νυκτέριαι, ἀφανεῖς, ἀμετάτροποι, αἰὲν ἀτειρεῖς,
παντοδότειραι, ἀφαιρέτιδες θνητοῖσιν ἀνάγκης·
Μοῖραι, ἀκούσατ’ ἐμῶν ὁσίων λοιβῶν τε καὶ εὐχῶν,
ἐρχόμεναι μύσταις λαθικηδέες εὔφρονι βουλῇ. 20
Κλῦτέ μευ, ὦ Χάριτες μεγαλώνυμοι, ἀγλαότιμοι,
θυγατέρες Ζηνός τε καὶ Εὐρυνόμης βαθυκόλπου,
Ἀγλαΐη Θαλίη τε καὶ Εὐφροσύνη πολύολβε,
χαρμοσύνης γενέτειραι, ἐράσμιαι, εὔφρονες, ἁγναί,
αἰολόμορφοι, ἀειθαλέες, θνητοῖσι ποθειναί· 5
οὔτε γὰρ ἠελίου ταχιναὶ φλόγες οὔτε σελήνης
καὶ σοφίης ἀρετῆς τε καὶ ἐργάσιμου θρασύτητος
εὐχέρει’ οὔτε βίοθ λιπαρῆς περικαλλέος ἥβης
ὑμῶν χωρὶς ἐγείρει ἐυφροσύνας βιότοιο·
εὐκταῖαι, κυκλάδες, καλυκώπιδες, ἱμερόεσσαι· 10
ἔλθοιτ’ ὀλβοδότειραι, ἀεὶ μύσταισι προσηνεῖς.
Ὦ Νέμεσι, κλῄζω σε, θεά, βασίλεια μεγίστη,
πανδερκής, ἐσορῶσα βίον θνητῶν πολυφύλων·
ἀιδίη, πολύσεμνε, μόνη χαίρουσα δικαίοις,
ἀλλ’ ἔχθουσα λόγον πολυποίκιλον, ἄστατον αἰεί,