Σελίδα:Marini Vita Procli Graece et Latine (1814).djvu/84

Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
30
ΜΑΡΙΝΟΥ ΠΡΟΚΛΟΣ. ληʹ.

φειν· πολλοὶ γὰρ αὐτῷ πολλαχόθεν ἐφοίτησαν, οἱ μὲν ἐπὶ ἀκροάσει μόνον ψιλῇ, οἱ δὲ καὶ ζηλωταὶ καὶ διὰ φιλοσοφίαν αὐτῷ συσχολάσαντες. Καὶ τὰ συγγράμματα δὲ αὐτοῦ ὁ φιλοπονώτερος ἐπὶ κεφαλαίων ἀπαριθμείσθω. Ἐγὼ γὰρ διά τε τὸ ἐμαυτοῦ συνειδὸς, καὶ ἵνα ἀφοσιώσωμαι πρὸς τὴν θείαν αὐτοῦ ψυχὴν καὶ τὸν εἰληχότα αὐτὴν ἀγαθὸν δαίμονα, καὶ ταῦτα προήχθην εἰπεῖν· περὶ δὲ τῶν συγγραμμάτων τοσοῦτον ἐρῶ, ὅτι ἀεὶ μὲν τῶν ἄλλων πάντων προετίθει τὰ εἰς Τίμαιον ὑπομνήματα. Ἠρέσκετο δὲ πάνυ καὶ τοῖς εἰς Θεαίτητον. Εἰώθει δὲ πολλάκις καὶ τοῦτο λέγειν, ὅτι „Κύριος εἰ ἦν, μόνα ἂν τῶν ἀρχαίων ἁπάντων βιβλίων ἐποίουν φέρεσθαι τὰ Λόγια καὶ τὸν Τίμαιον, τὰ δὲ ἄλλα ἠφάνιζον ἐκ τῶν νῦν ἀνθρώπων, διὰ τὸ καὶ βλάπτεσθαι ἐνίους τῶν εἰκῆ καὶ ἀβασανίστως ἐντυγχανόντων αὐτοῖς.“

Πρόκλος ἢ περὶ εὐδαιμονίας τετέλεσται μετὰ τοῦ θεοῦ.