Σελίδα:Marini Vita Procli Graece et Latine (1814).djvu/83

Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
29
ΜΑΡΙΝΟΥ ΠΡΟΚΛΟΣ. λϛʹ. λζʹ. ληʹ.

τῶν φιλοσοφησάντων ἁπάντων ψυχαῖς ἐν ἑτέρῳ μέρει ἐχεῖτο. Καὶ ἐπὶ πᾶσι τούτοις ὁ εὐαγέστατος τρίτον ἄλλον περιγράψας τόπον, πάσαις ἐν αὐτῷ ταῖς τῶν ἀποιχομένων ἀνθρώπων ψυχαῖς ἀφωσιοῦτο. Περισταλὲν, ὡς εἴρηται, καὶ αὐτοῦ τὸ σῶμα κατὰ τὴν παρ’ αὐτοῦ ὑφήγησιν, καὶ ἐκκομισθὲν ὑπὸ τῶν ἑταίρων, ἐτάφη ἐν τοῖς ἀνατολικωτέροις προαστείοις τῆς πόλεως πρὸς τῷ Λυκαβηττῷ, ἔνθα καὶ τὸ τοῦ καθηγεμόνος Συριανοῦ κεῖται σῶμα. Ἐκεῖνος γὰρ αὐτῷ τοῦτο παρεκελεύσατο ἔτι περιὼν καὶ τὴν θήκην τοῦ μνήματος διπλῆν διὰ τοῦτο ἐργασάμενος. Καὶ μετὰ θάνατον δὲ ἐπειδήποτε ἐβουλεύετο ὁ ὁσιώτατος μὴ παρὰ τὸ καθῆκον εἴη, τὸν αὐτὸν ὄναρ ἐπαπειλοῦντα αὐτῷ, καὶ διότι μόνον τοῦτο ἐνεθυμήθη. Ἐπιγέγραπται δὲ τῷ μνήματι καὶ ἐπίγραμμα τετράστιχον, ὃ αὐτὸς ἑαυτῷ ἐποίησε, τοιοῦτον·

Πρόκλος ἐγὼ γενόμην Λύκιος γένος, ὃν Συριανὸς
Ἐνθάδ’ ἀμοιβὸν ἑῆς θρέψε διδασκαλίης·
Ξυνὸς δ’ ἀμφοτέρων ὅδε σώματα δέξατο τύμβος·
Αἴθε δὲ καὶ ψυχὰς χῶρος ἑεὶς λελάχοι.


λζʹ.

Ἐγένοντο δὲ καὶ διοσημεῖαι πρὸ ἐνιαυτοῦ τῆς τελευτῆς, ὡς ἡ ἔκλειψις ἡ ἡλιακὴ, οὕτως ἐναργὴς ὥστε καὶ νύκτα μεθ’ ἡμέραν γενέσθαι. Σκότος γὰρ ἐγένετο βαθὺ καὶ ἀστέρες ὤφθησαν. Αὕτη μὲν οὖν ἐν αἰγοκέρωτι ἐγένετο κατὰ τὸ ἀνατολικὸν κέντρον. Ἀνεγράψαντο δὲ καὶ ἑτέραν οἱ ἡμερογράφοι, ὡς ἐσομένην καὶ αὐτὴν πληρουμένου τοῦ πρώτου ἐνιαυτοῦ. Τὰ δὲ τοιαῦτα περὶ τὸν οὐρανὸν δοκοῦντα συμβαίνειν παθήματα, σημαντικά φησι γίγνεσθαι τῶν περὶ γῆν συμβαινόντων, καὶ ἡμῖν δὲ σαφῶς ἐδήλωσε τὴν στέρησιν καὶ οἷον ἀπόλειψιν τοῦ ἐν φιλοσοφίᾳ φωτός.


ληʹ.

Ἐμοὶ μὲν οὖν καὶ ταῦτα ἀποχρώντως περὶ τοῦ φιλοσόφου ἱστορείσθω. Ἐξέστω δὲ τῷ βουλομένῳ καὶ περὶ τῶν συγγεγονότων αὐτῷ ἑταίρων τὰ ἀλήθη ἀναγρά-